1

 2

 3

 4

 5

 6

2

φοβερὸς ὁ τέμνων. Ἀλλ' ἐρεῖς ὁ νέος· Οὐδέ πω γεγήρακα. Μὴ τοίνυν ἀπατηθήσῃ· θάνατος γὰρ προθεσμίαις ἡλικιῶν οὐχ ὁρίζεται, οὐδὲ φοβεῖται τοὺς ἐν ἀκμῇ, κατὰ δὲ γερόντων μόνον ἔχει τὸ κράτος. Καὶ τούτου μάθε τὴν καθημερινὴν πεῖραν διδάσκαλον. Ὁρᾷς γὰρ τὴν κλίνην τῆς ἐκφορᾶς, ὅπως ἀνω 46.420 μάλως, καὶ ὡς ἔτυχε, πᾶσαν ἡλικίαν ἐξάγει, σήμε ρον τὸν πρεσβύτην, αὔριον τὸ ἀνθοῦν καὶ χαρίεν μει ράκιον, μετ' ὀλίγον τὸν αὐξανόμενον τοῦ ἰούλου, πάλιν τὸν ῥωμαλέον, καὶ ἀκμάζοντα, αὖθις τὴν γραῦν, ὁμοῦ τὴν κόρην. Ταῦτα ὁρῶντες, τὴν ἀδηλίαν ἀσφα λισώμεθα· Οὐ γάρ ἐστιν ἐργῶδες, ἵνα ἀσκὸς κενωθῇ τοῦ πνεύματος, μικρὸν ὑπανοιγέντος τοῦ στόμα τος, οὐδὲ δύσκολον ἄνθρωπον ἐν ἀκαρεῖ τὴν ψυχὴν προέσθαι.

Ὁρῶ ὅταν ποτὲ σεισμὸς ἐπιγένηται τῷ βίῳ, ἢ λιμὸς, ἢ πολεμίων καταδρομὴ, πάντας ἐπειγμένως ἐπὶ τὸ βαπτιστήριον σπεύδοντας, ἵνα μὴ κενοὶ τῆς χάριτος ἐξ ἀνθρώπων ἀπέλθωσιν. Τί οὖν; τὰ ἄλλα τὰ ποικίλα πάθη καὶ ἀπροσδόκητα οὐκ ἰσοδυναμεῖ τοῖς κακοῖς ἐκείνοις; Ἀποπληξίαι, παρακοπαὶ, πνίξεις ἀδόκητοι, πνευμάτων ἐνστάσεις, καὶ τὰ τούτων ἀκόλουθα; Οὐ βλέπομεν τοὺς ἐν τῷ τρέχειν πίπτον τας, ἐσθίοντας καὶ τελείως τῆς τροφῆς παυομένους, καθεύδοντας καὶ λανθανόντως τῷ ἀδελφῷ τοῦ ὕπνου τῷ θανάτῳ προσαγομένους; Ἀσφάλισαι τὸ ἀστάθμη τον καὶ ἄδηλον τοῦ βίου. Μὴ ἐμπορεύου τὴν χάριν, ἵνα μὴ ἐκπέσῃς τῆς δωρεᾶς. Τοσαῦτα χρεώστησον, ὅσα δυνατὸν καὶ συγχωρηθῆναι, ὅσα καὶ τὴν φιλανθρωπίαν τοῦ βασιλέως οὐκ ἀποκλείσει. Καὶ γὰρ οἱ τῆς γῆς ἄρχοντες ὅταν τινὰ λάβωσιν ὑπεράγαν σπαθήσαντα τὰ δημόσια, καὶ τῶν βασιλικῶν χρημάτων ὑπὲρ κόρον κατατρυφήσαντα, τῆς μὲν ἀποδόσεως ἀπογινώσκουσι· κολάζουσι δὲ πικρῶς, ἀντὶ τῶν χρημάτων ταῖς τιμωρίαις ἀρκούμενοι. Πολλοὺς χρόνους ἐχαρίσω τῇ ἡδονῇ δὸς καὶ τῇ φιλοσοφίᾳ σχολήν. Ἀπό δυσαι τὸν παλαιὸν ἄνθρωπον, ὡς ἱμάτιον ῥυπαρὸν, τὸ αἰσχρὸν, τὸ γέμον αἰσχύνης τὸ ἐκ τοῦ πλήθους τῶν ἁμαρτιῶν πολυκόλλητον, τοῖς οἰκτροῖς ῥακίοις περι κεκεντημένον τῆς ἀνομίας. ∆έξαι δὲ τὸ τῆς ἀφθαρσίας ἔνδυμα, ὅπερ ὁ Χριστός σοι διαπλώσας προτείνεται, καὶ μὴ ἀπώσῃ τὴν δωρεὰν, ἵνα μὴ ὑβρίσῃς τὸν δωρη σάμενον. Ἐπὶ μακρὸν ἐνεκυλίσω τῷ βορβόρῳ· σπεῦσον, ἄνθρωπε, ἐπὶ τὸν ἐμὸν Ἰορδάνην, οὐκ Ἰωάννου καλοῦντος, ἀλλὰ Χριστοῦ προτρέποντος. Ὁ γὰρ τῆς χάριτος ποταμὸς ῥεῖ πανταχοῦ, οὐκ ἐν τῇ Παλαιστίνῃ τὰς πηγὰς ἔχων, καὶ εἰς τὴν γείτονα καλυπτόμενος θάλασσαν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην κυκλῶν, καὶ εἰσβάλλων εἰς τὸν παράδεισον· ἀντιπρόσωπος ῥέων τῶν τεσσάρων τῶν ἐκεῖθεν ἀποῤῥεόντων, καὶ πολὺ τιμιώτερα εἰσάγων εἰς τὸν παράδεισον τῶν ἐκεῖ θεν ἐκφερομένων. Οἱ μὲν γὰρ φέρουσιν ἀρώματα, γεωργίαν, καὶ βλάστημα γῆς. Ὁ δὲ ἀνθρώπους εἰσφέρει γεννήματα πνεύματος. Ὅπου δ' ἂν ἑλκύσῃς, ἐκεῖ μεταῤῥεῖ, πρὸς πᾶσαν τὴν οἰκουμένην ἐξοχετεύεται, καὶ οὐ δαπανᾷ ἐν τοῖς μεριζομένοις τὸ ῥεῖθρον. Πηγὴν γὰρ ἔχει πλουσίαν τὸν Χριστὸν, καὶ ἀπ' ἐκείνου ῥέων, σύμπαντα πελαγίζει τὸν κόσμον, Γλυκὺς οὗτος καὶ πότιμος, οὐδὲν τῆς ἀηδοῦς ἅλμης ἐπισυρόμενος. Ἡδύνεται γὰρ τῇ ἐπιφοιτήσει τοῦ πνεύματος ὡς ἡ Μεῤῥὰ πηγὴ τῇ θήξει τοῦ ξύλου, διαβατὸς τοῖς εὐσεβέσι, τοῖς δὲ βεβήλοις ἀγχιβαθὴς καὶ ἀπρόσιτος. Μίμησαι τὸν Ἰησοῦν τὸν Ναυή. Βά 46.421 στασον τὸ Εὐαγγέλιον, ὡς ἐκεῖνος τὴν κιβωτόν· ἄφες τὴν ἔρημον, τὴν ἁμαρτίαν· περαιώθητι τὸν Ἰορδάνην· σπεῦσον εἰς τὴν κατὰ Χριστὸν πολιτείαν, εἰς τὴν γῆν τὴν γόνιμον τῶν εὐφραινόντων καρπῶν, τὴν ῥέουσαν, κατὰ τὴν ἐπαγγελίαν, μέλι καὶ γάλα· κατάλυσον τὴν Ἱεριχὼ, τὴν παλαιὰν συνήθειαν, μὴ ἀφῇς αὐτῆς ὀχύρωμα· ἐκ θεμελίων λῦσον τῶν ἁμαρτωλῶν λογισμῶν τὴν μητέρα· ποίησον τοὺς δολεροὺς Γαβαωνίτας οἰκέτας τοῦ Ἰσραὴλ, τουτέστι, δούλους τοὺς πονηροὺς λογισμοὺς τοῦ κατὰ τὸ Εὐαγ γέλιον βίου· λιθοβολείσθω ὁ σοφιστὴς καὶ πλεον έκτης Ἄχαρ· ὁ τὴν γλῶσσαν τὴν χρυσῆν ὑφελόμενος. Οὗτος δέ ἐστιν ἐκεῖνος ὁ τῆς τιμίας ἐντολῆς