2
τερπνὸν ἔχον· χαρίεσσαν τὴν ὄψιν, ἀτέλεστον τὴν ἀπό λαυσιν, τὴν εὐωδίαν ἀκόρεστον, τὴν εὔχροιαν ἐξαστράπτου σαν. οὐ βίαι ἀνέμων παραλυποῦσιν, οὐ νεομηνίαι ἀπομαραί νουσιν, οὐ παγετὸς ἀποπήγνυσιν, οὐχ ἡλίου φλόγωσις καταφρύσσει, ἀλλὰ πνεῦμα μέτριον, λεπτὴν καὶ ἡδεῖαν ἀναπνοὴν παρεχόμενον, κούφως αὐτοῖς καὶ προσηνῶς ἐπι πνέον, ἀδάμαστον χρόνῳ τὴν χάριν αὐτῶν διασῴζει. τὰ δὲ τῶν φυτῶν κάλλη ἄξια καὶ αὐτὰ τῆς δημιουργίας καὶ τῆς φυτείας τοῦ κτίσαντος· ὅσα φρυγανικὰ καὶ ὅσα ἔνθαμνα, τὰ μονοστέ λεχα, τὰ πολύκλαδα, τὰ ὑψίκομα, τὰ ἀμφιθαλῆ, τὰ φυλλοβόλα, τὰ ἀείφυλλα, τὰ γυμνούμενα, τὰ ἀειθαλῆ, τὰ κάρπιμα, τὰ 79 ἄκαρπα· τὰ μὲν † τῆς χρείας ὁρώμενα, τὰ δὲ πρὸς ἀπόλαυσιν συμβαλλόμενα· πάντα μεγέθει καὶ κάλλει διαφέροντα, κατάσκια τοῖς κλάδοις, ἀμφιθαλῆ ταῖς κόμαις, βρύοντα τοῖς καρποῖς, ἄλλοις ὁμοῦ ἄλλην χρείαν καὶ τέρψιν πεποιημένα. ἑκάστου γὰρ τῶν καρπῶν πολὺ μὲν τὸ χαρίεν, πλέον δὲ πάλιν τοῦ τερπνοῦ τὸ χρειῶδες.
Πῶς σοι παραστήσω τῆς ἡδονῆς ἐκείνης τὸ ὑπερβάλλον; ἐὰν συγκρίνω τοῖς ὧδε, καθυβρίζω μᾶλλον τῇ παραθέσει ἤ τινά σοι ἐνάργειαν ἐκ τῆς εἰκόνος παρίστημι. πάντα τέλεια, πάντα ὥριμα, οὐ κατὰ μικρὸν αὐξηθέντα· οὐ γὰρ ἀπὸ ἄνθους ἐπὶ τὴν ἀκμὴν αὔξεται, ἀλλ' ἐπὶ τῆς οἰκείας ἀκμῆς ἐκφανέντα, φύσεως ἀποτελέσματα οὐκ ἀνθρωπίνης ἐπιτεχνή σεως. ἐκεῖ καὶ ὀρνίθων παντοδαπῶν γένη τῷ τε τῶν πτερῶν ἄνθει καὶ τῇ ἐκ φύσεως μουσικῇ ἀπόλαυσίν τινα θαυμαστὴν δι' ἑαυτῶν παρεχόμενα· ὥστε διὰ πασῶν τῶν αἰσθήσεων εὐωχεῖσθαι τὸν ἄνθρωπον τὰ μὲν ὁρῶντα, τῶν δὲ ἀκούοντα, ἄλλων ἁπτόμενον, ἄλλων ὀσφραινόμενον, ἑτέρων ἀπογευό μενον. καὶ ζῴων ποικίλων θεάματα πάντων ἡμέρων, πάντων ὁμοήθων ἀλλήλοις καὶ ἀκουόντων καὶ φθεγγομένων εὐσύνετα. οὐ φρικτὸς ὁ ὄφις τότε, ἀλλὰ προσηνὴς καὶ ἥμερος, οὐχὶ φοβερὸν ἐπικυμαίνων τῇ γῇ καὶ ἐφέρπων, ἀλλ' ὑψηλὸς ἐπὶ 80 ποδῶν βεβηκώς. Ἐκεῖ ἔθετο τὸν ἄνθρωπον ὃν ἔπλασεν. ἀλλαχοῦ ἔπλασε κἀκεῖ εἰσήγαγεν. ὡς τοὺς φωστῆρας ἐποίησεν ὁ θεὸς καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι, οὕτω καὶ τὸν ἄνθρωπον ἔπλασε μὲν χοῦν ἀπὸ τῆς γῆς, ἔθετο δὲ ἐν τῷ παραδείσῳ. σημείωσαι δὲ ὅτι οὐκ εἴρηται ὃν ἐποίησεν, ἀλλ' Ὃν ἔπλασεν. ὃν μὲν γὰρ ἐποίησεν, ὁ κατ' εἰκόνα ἐστίν· οὗτος δὲ ἀσώματος. τὸ δὲ ἀσώματον τόπῳ οὐ περιγράφεται. ἀκολουθεῖ μὲν γὰρ τῷ πλάσματι τὸ ποίημα, τουτέστι τῷ σώματι ἡ ψυχή. ὁμοῦ γάρ ἐστι τὸ σύνθετον, ἀλλὰ προηγουμένως μὲν τῶν σωμάτων ὁ τόπος, ἡ δὲ ψυχὴ κατ' ἐπακολούθημά ἐστιν ἐν τόπῳ διὰ τῆς πρὸς τὸ σῶμα σχέσεως, οὐκ ἐκ τῆς οἰκείας φύσεως ἐμπεριγρα φομένη τόποις [τῷ σώματι]. Ἆρά σε εὔφρανα ἐκ τῶν ἐν τῷ παραδείσῳ τερπνῶν ἢ ἐλύπησα πλέον τῇ τῶν φθαρτῶν παραδόσει; πάντως γάρ που ἡ διάνοια ὑψηλὰ καὶ μετέωρα καὶ ὑπερκόσμια φρονοῦσα, οἷα δὴ τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς καὶ πρὸς τὴν ἄνω βλέπουσα ἀξίαν, τῆς ἐπαγγελίας ἐνενόει καὶ περιεσκόπει ἀκούσεσθαί τι τῶν ἐπηγγελμένων [ταῖς ἐπαγγελίαις] ἡμῖν 81 ἀγαθῶν, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. εἰ ὀφθαλμὸς οὐκ εἶδεν, τίς ὁ διηγούμενος; εἰ οὖς οὐκ ἤκουσεν, πῶς τὸ σὸν ὑποδέξεται; εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς ἡ διάνοια ἡμῶν λάβῃ; οὔτε τὰ σωματικὰ ἐκβάλλομεν καὶ τὰ πνευματικὰ ἐπιζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ νόμου ἦν μὲν καὶ τὸ αἰσθητόν, ἀλλὰ τύπον ἐποίει τοῦ νοητοῦ, οὕτω καὶ τὸν παράδεισον νοοῦμεν μὲν σωματικῶς, ἀλληγοροῦμεν δὲ πνευματικῶς. Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. τὰ ὀνόματα τῶν φυτῶν σεσιώπηται, ὁ δὲ τόπος ἐν ᾧ ἐφύτευσε παραδέδοται· Ἐν Ἐδέμ, φησίν, ἐφύτευσεν, τουτέστιν ἐν τρυφῇ· Ἐδὲμ γὰρ τρυφὴ ὀνομάζεται. ἆρα οὖν τρυφὴν τὴν διὰ στόματος ἀπόλαυσιν ὀνομάζει τῇ κοιλίᾳ παραδεδομένην ἧς τέλος ὁ ἀφεδρών, καὶ τρυφὴν παραδέδωκε τὴν ἀπολλυ μένην καὶ τοῦτό ἐστιν ἡ παρὰ θεοῦ χάρις, γαστρὸς πλήρωσις καὶ εὐπάθεια σώματος καὶ διάχυσις ἡδονὴν ἐμποιοῦσα; ἢ τοῦτο μὲν οὐδὲ εἰπεῖν εὐσεβές. ἀκολασίας γάρ που καὶ