1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

2

προαιρέσεως κτήσασθαι. Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν ἡ θεία φωνὴ, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Τῆς δὲ τοιαύτης εὐγενείας τί ἂν σεμνότερον γένοιτο; Πάτρια δὲ τοῖς μὲν ἄλλοις ἅπασι, μῦθοι καὶ πλάσματα, καὶ δαιμόνων ἀπάται συνανα μεμιγμέναι τοῖς μυθικοῖς διηγήμασιν· τὰ δὲ ἡμέτερα πάτρια, τῶν διηγουμένων οὐκ ἐπιδέεται. Εἰς γὰρ τὸν οὐρανόν τις ἰδὼν, καὶ τὰ ἐν αὐτῷ κάλλη, καὶ πᾶσαν τὴν κτίσιν τῷ τῆς ψυχῆς ὀφθαλμῷ κατανοήσας, ὅσα περ ἂν ἐν τούτοις θαύματα καταλαβεῖν ἐξισχύσῃ, ταῦτα τῆς ἡμετέρας πατρίδος εὑρήσει τὰ διηγήματα· μᾶλλον δὲ οὐκ αὐτῆς τῆς πατρίδος, ἀλλὰ τῆς ἀποι κίας, ἣν ἀπὸ τῆς ὑψηλοτέρας ζωῆς ἀποικισθέντες τὸν παρόντα κατειλήφαμεν κόσμον. Εἰ δὲ ἡ ἀποικία τοιαύ τη, λογίσασθαι χρὴ τίς ἡ τῆς ἀποικίας μητρόπολις, τί τὸ ἐν ἐκείνῃ κάλλος, οἷα ἐν αὐτῇ τὰ βασίλεια, τίς ἡ μακαριότης τῶν ἐκείνην εἰληφότων τὴν οἴκησιν. Εἰ γὰρ τὰ φαινόμενα κατὰ τὴν κτίσιν τοιαῦτα, ὡς ὑπὲρ ἔπαινον εἶναι· τί χρὴ τὸ ὑπὲρ τοῦτο λογίσασθαι, ὃ μήτε ὀφθαλμῷ λαβεῖν δυνατόν ἐστι, μήτε χωρῆσαι τῇ ἀκοῇ, μήτε διανοίᾳ στοχάσασθαι; ∆ιὰ ταύτης τῆς πνευματικῆς εὐφημίας τῶν ἐγκωμιαζομένων ἀπο κρίνει τοὺς κάτω λήρους ὁ θεῖος τῶν ἐγκωμίων ἔπαι νος, αἰσχρὸν εἶναι κρίνων τοὺς ἀπὸ τῶν τοιούτων ἐγνωσμένους διὰ τῶν κατὰ τὴν γῆν τιμίων σεμνύνε 46.897 σθαι. Κοσμικὸς μὲν γάρ τις ἀνὴρ πρὸς τὴν ὑλικὴν εὐδαιμονίαν ἀποβλέπων, ἐκ τῶν τοιούτων τοῖς ἀνθρώ ποις ἐρανιζέτω τὸν ἔπαινον, εἰ πατρίς τινι γέγονεν εὔφορος βοσκημάτων, εἰ γειτνιῶσα θάλασσα πλεονάζει δι' ἑαυτῆς τοῖς λαιμαργοῦσι τὰς ὕλας, εἰ λίθων ἐπάλ ληλοι θέσεις τὰς κατασκευὰς καλλωπίζουσιν. Ὁ δὲ πρὸς τὸν ἄνω βίον βλέπων, ᾧ κάλλος μέν ἐστιν ἡ τῆς ψυ χῆς καθαρότης· πλοῦτος δὲ, ἡ ἀκτημοσύνη· πατρὶς δὲ, ἡ ἀρετή· πόλις δὲ, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια· ὄνειδος τὴν ἐν τοῖς γηΐνοις φιλοτιμίαν ποιήσεται. Οὐκοῦν ἀποστάντες καὶ ἡμεῖς τῶν τοιούτων ἐπαί νων, οὔτε τὴν πατρίδα τοῖς ἐπαίνοις τοῦ Μεγάλου Γρηγορίου προσθήσομεν, οὔτε προγόνους εἰς συμμα χίαν τῶν ἐγκωμίων παραληψόμεθα, εἰδότες ὅτι οὐδεὶς ἀληθής ἐστιν ἔπαινος, ὃς ἂν μὴ τῶν ἐπαινουμένων ἴδιος ᾖ. Ἴδιον δέ φαμεν, ὃ διαμένει πάντως εἰς τὸ δι ηνεκὲς ἀναφαίρετον.

Ἐπεὶ οὖν πάντων χωριζόμενοι, πλούτου, περιφανείας, δόξης, τιμῆς, τρυφῆς, ἀπολαύσεως, συγγενῶν, φίλων, μόνης τῆς κατὰ κακίαν ἢ ἀρετὴν διαθέσεως ἀχώριστοι μένομεν· μόνον κρίνομεν μακαριστὸν τὸν ἐνάρετον. Καί με μηδεὶς οἰέσθω τῷ μηδὲν ἔχειν σεμνὸν περὶ τῆς πατρίδος, ἢ τῶν προγόνων τοῦ ἀν δρὸς διηγήσασθαι, ἐν σχήματι τοῦ δοκεῖν περιορᾷν τῶν τοιούτων ὑπεκκλέπτειν τὸ ὄνειδος. Τίς γὰρ οὐκ οἶδε τὴν ἐπωνυμίαν τοῦ πόντου τὴν παρὰ πάντων ἀνθρώπων κατ' ἐξαίρετον ἀνατεθεῖσαν τῷ ἔθνει, δι' ἧς τῶν ἐξ ἀρχῆς εἰληχότων τὸν χῶρον ἡ ἀρετὴ μαρ τυρεῖται; Μόνος γὰρ ἐξ ἁπάσης γῆς τε καὶ θαλάσσης οὗτος ὁ πόντος Εὔξεινος ὀνομάζεται, εἴτε τὴν πρὸς τοὺς ἐπιδημοῦντας τῶν ξένων φιλοφροσύνην μαρτυ ροῦντος αὐτοῖς τοῦ ὀνόματος, εἴτε καὶ ὅτι τοιοῦτος ὁ χῶρός ἐστιν, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις τε καὶ αὐτόχθοσιν, ἀλλὰ καὶ τοῖς ἁπανταχόθεν εἰς αὐτὸν φοιτῶσιν, τὰς πρὸς τὸ ζῇν παρασκευὰς ἀφθόνως χαρίζεσθαι. Τοιαύτη γὰρ ἡ φύσις τῆς χώρας, ὡς πάν των τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων πάμφορος εἶναι, καὶ μηδὲν τῶν παρ' ἑτέροις ἀγαθῶν ἀμοιρεῖν, ὡς καὶ τῆς θαλάσσης αὐτοῖς ἴδια τὰ πανταχόθεν ποιούσης. Τοιούτου δὲ ὄντος τοῦ ἔθνους παντὸς, ὡς ὅπερ ἄν τις αὐτοῦ μέρος ἐφ' ἑαυτοῦ κατασκέψηται, τῶν ἄλλων προτερεύειν οἴεσθαι· οὐδὲν δὲ ἧττον τῇ κοινῇ κρίσει τοῦ ἔθνους, οἷόν τις κορυφὴ πάσης τῆς περιοικίδος τῶν ἄλλων, ἡ τοῦ μεγάλου Γρηγορίου πόλις ἐστὶν, ἣν βασιλεύς τις ἐπίσημος τῶν τὴν ἀρχὴν τοῖς Ῥωμαίοις κρατυνομένων, Καῖσαρ τὸ ὄνομα, ἔρωτι καὶ πόθῳ τῆς χώρας ἁλοὺς, ἐπὶ τῷ ἰδίῳ ὀνόματι Νεοκαισά ρειαν καλεῖσθαι τὴν πόλιν ἠξίωσεν. Ἀλλ' οὐδὲν ταῦτα πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον, ὥστε διὰ τούτων οἴεσθαι σεμνότερον ἀποδεικνύειν τὸν μέγαν ἐν ἁγίοις ἐκεῖνον, εἰ καρποῖς βρίθει ἡ χώρα, εἰ ἡ πόλις κατα σκευαῖς κεκαλλώπισται,