1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

2

Μετὰ τοῦτο ἐγὼ μὲν ἐκαθήμην κατὰ τὸ ὕπαιθρον ἀναμένων τὸν εἰσκαλοῦντα καὶ προεκείμην ἄκαιρον θέαμα τοῖς ἐπιδημοῦσι κατὰ τὴν σύνοδον. καὶ χρόνος διεγένετο οὐκ ὀλίγος, καὶ νυσταγμὸς ἐπὶ τούτοις καὶ ἀκη δία καὶ ὁ ἐκ τῆς ὁδοῦ κόπος ἐπιτείνων τὴν ἀκηδίαν καὶ τὸ θάλπος ἰσχυρὸν καὶ οἱ πρὸς ἡμᾶς ἀποβλέποντες καὶ ἀλλήλοις διὰ τῶν δακτύλων ὑποδεικνύοντες καὶ ἅπαντα τὰ τοιαῦτα οὕτω μοι βαρέα ἦν, ὡς ἀληθεύειν ἐπ' ἐμοῦ τὸ 1.11 τοῦ προφήτου ὅτι Ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου. καὶ πρὸς μεσημβρίαν ἤδη προελθούσης τῆς ὥρας εἰσηνέχθην, πολλὰ μεταμεληθεὶς καὶ πρὸ τῆς συντυχίας ὡς ἐμαυτῷ τῆς ἀτιμίας ἐκείνης παρασχὼν τὴν αἰτίαν· καὶ χαλεπώτερον τῆς παρὰ τῶν ἐχθρῶν μοι γινομένης ὕβρεως ὁ ἐμός με λογισμὸς ἠνία, μαχόμενος τρόπον τινὰ πρὸς ἑαυτὸν καὶ μεταγινώσκων ἐν ὑστεροβουλίᾳ ὑπὲρ ὧν προέθετο. 1.12 Ὡς δ' οὖν μόλις ἠνοίγη ἡμῖν τὰ ἀνάκτορα καὶ τῶν ἀδύ των ἐντὸς ἐγενόμεθα, οἱ μὲν πολλοὶ ἀπεκλείσθησαν τῆς εἰσόδου, ὁ δὲ ἐμὸς συνεισῆλθε διάκονος, ὃς τῇ χειρὶ τὸ σῶμα ὑπήρειδεν πεπονηκὸς ἐκ τοῦ κόπου. ἐγὼ δὲ προσει πὼν αὐτὸν καὶ ἐπ' ὀλίγον σταθεὶς ὥστε μοι γενέσθαι προ τροπὴν εἰς καθέδραν, ὡς οὐδὲν τούτων ἐγίνετο, ἐπί τινος τῶν πόρρωθεν βάθρων διατραπεὶς ἀνεπαυσάμην, ἀναμένων εἰ ἄρα τι φθέγξαιτο πρὸς ἡμᾶς εὐμενὲς ἤ τι φιλάνθρωπον ταῖς γοῦν ὀφρύσιν ἡμῖν ἐπινεύσειεν. ἀλλ' ἀπ' ἐναντίας τῇ ἐλπίδι τὰ πάντα· σιωπὴ γὰρ ἦν τὸ ἀπὸ τούτου νυκτερινὴ καὶ κατήφεια τραγικὴ καὶ θάμβος καὶ ἔκπληξις καὶ παντε λὴς ἀφωνία καὶ χρόνος οὐκ ἐν μικρῷ διαστήματι καθάπερ 1.13 ἐν μελαίνῃ νυκτὶ δι' ἡσυχίας παρατεινόμενος. ἐγὼ δὲ τού τοις ἐναποπαγεὶς τὴν διάνοιαν διὰ τὸ μηδὲ τῆς κοινῆς αὐτὸν θελῆσαι μεταδοῦναι φωνῆς διὰ τῶν κατημαξευμένων τούτων τὴν συντυχίαν ἀφοσιούμενον, οἷον τοῦ εὖ ἥκεις ἢ τοῦ πόθεν ἥκεις; ἢ ὑπὲρ τίνος; αὐτόματος, ἢ τίς ἡ τῆς παρουσίας σπουδή; τὴν ἡσυχίαν ἐκείνην τῆς ἐν ᾅδου δια 1.14 γωγῆς ἐποιούμην εἰκόνα. μᾶλλον δὲ καταγινώσκω τοῦ ὑποδείγματος· ἐν ᾅδου γὰρ ἰσονομία πολλή, μηδενὸς τῶν ὑπὲρ γῆς τὴν περὶ τὸν βίον τραγῳδίαν ἐργαζομένων κἀ κείνην τὴν διαγωγὴν διοχλοῦντος· οὐ γὰρ συγκαταβαίνει, καθά φησιν ὁ προφήτης, τοῖς ἀνθρώποις ἡ δόξα, ἀλλὰ καταλιποῦσα ἡ ἑκάστου ψυχὴ τὰ νῦν σπουδαζόμενα τοῖς πολλοῖς, ὕβριν λέγω καὶ ὑπερηφανίαν καὶ τῦφον, λιτή τις καὶ ἀκατάσκευος ἐπιχωριάζει τοῖς κάτω, ὡς μηδὲν τῶν 1.15 τῇδε μοχθηρῶν καὶ παρ' ἐκείνοις εἶναι. πλὴν ἀλλ' ἐμοὶ ᾅδης ἢ δεσμωτήριον ἀφεγγὲς ἢ ἄλλο τι σκυθρωπὸν κολα στήριον ἐδόκει τὰ παρόντα εἶναι, λογιζομένῳ ὅσων ἀγαθῶν ἐγενόμεθα παρὰ τῶν πατέρων ἡμῶν διάδοχοι καὶ οἷα διη 1.16 γήματα τοῖς μεθ' ἡμᾶς καταλείψομεν. τί δὲ λέγω τῶν πατέρων τὴν πρὸς ἀλλήλους ἀγαπητικὴν σχέσιν; θαυμαστὸν γὰρ οὐδὲν ἀνθρώπους ὄντας ἐν ὁμοτίμῳ τῇ φύσει μηδὲν ἐθέλειν πλέον ἀλλήλων ἔχειν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγεῖσθαι ἑαυτῶν ὑπερέχειν· ἀλλ' ἐκεῖνο μάλιστά μου τῆς διανοίας καθήπτετο, ὅτι ὁ πάσης κτίσεως δεσπότης, ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὁ ἐν ἀρχῇ ὤν, ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐκ ἐν τούτῳ μόνον ἐτα πείνωσεν ἑαυτόν, ἐν τῷ διὰ σαρκὸς ἐπιδημῆσαι τῇ ἀν θρωπίνῃ φύσει, ἀλλὰ καὶ τὸν προδότην ἑαυτοῦ Ἰούδαν τῷ ἰδίῳ στόματι διὰ φιλήματος προσεγγίζοντα δέχεται καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ λεπροῦ τὸ μὴ φιλη θῆναι παρ' αὐτοῦ ὡς ἀφιλάνθρωπον ὀνειδίζει· ἐγὼ δὲ 1.17 οὐδὲ ἀντὶ λεπροῦ ἐλογίσθην. τῷ τίνι ὁ τίς; τὴν διαφο ρὰν εὑρεῖν οὐκ ἔχω· τῷ πόθεν καταβεβηκότι ὁ ποῦ κεί μενος; εἴ γε τὰ τοῦ κόσμου βλέπει τις τούτου. εἰ μὲν γὰρ τὰ τῆς σαρκὸς ἐξετάζοι τις, τοσοῦτον ἴσως ἀνεπαχθές ἐστι λέγειν, ὅτι ὁμότιμον ἐπ' ἀμφοτέρων τὸ εὐγενὲς καὶ ἐλεύ 1.18 θερον· εἰ δὲ τὴν ἀληθῆ τις ἐπιζητοίη τῆς ψυχῆς ἐλευθε ρίαν τε καὶ εὐγένειαν, ἐπ' ἴσης δοῦλοι τῆς ἁμαρτίας ἀμ φότεροι, ἐπ' ἴσης τοῦ αἴροντος τὰς ἁμαρτίας δεόμεθα. ἄλλος ἐστὶν ὁ τῷ ἰδίῳ αἵματι τοῦ θανάτου καὶ τῶν ἁμαρτιῶν ἡμᾶς λυτρωσάμενος, ὃς καὶ ἐξηγόρασεν ἡμᾶς