1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

ἀναλογίαν τῆς πίστεως. εἰ δὲ προήκει τῷ χρόνῳ Παῦλος, καὶ πολλαῖς ὕστερον γενεαῖς ἀνεδείχθη Βασίλειος, τῆς θείας ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίας λέγεις τὸ ἔργον, οὐκ ἀπόδειξιν τῆς κατ' ἀρετὴν ἐλαττώσεως· ἐπεὶ καὶ Μωϋσῆς τοῦ Ἀβραὰμ πολλοῖς χρόνοις μεταγενέστερος, καὶ Σαμουὴλ Μωϋσέως, καὶ τούτου Ἠλίας, κἀκείνου ὁ μέγας Ἰωάννης, καὶ μετὰ Ἰωάννην Παῦλος, καὶ μετὰ τοῦτον Βασίλειος.

3 Ὥσπερ οὖν ἐν τοῖς προάγουσιν οὐδὲν ὁ χρόνος δευτερεύων εἰς τὴν κατὰ Θεὸν δόξαν τοὺς ἁγίους ἠλάττωσεν, οὕτω καὶ νῦν ἐν τῷ τῆς ἀρετῆς λόγῳ σιωπάσθω τὰ πρεσβεῖα τοῦ χρόνου. τὸ γὰρ τοιοῦτον, καθὼς ἔφαμεν, τῆς ὑπὲρ τῶν ἀνθρώπων τοῦ Θεοῦ προμηθείας τὴν ἀπόδειξιν ἔχει. ὁ γὰρ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, καθώς φησιν ὁ προφήτης, καὶ τὴν συνδιεξιοῦσαν ταῖς ἀνθρωπίναις γενεαῖς τοῦ διαβόλου κακίαν κατανοῶν, πρόσφορόν τε καὶ κατάλληλον τῷ καθ' ἑκάστην γενεὰν ἀρρωστήματι τὸν ἰατρὸν ἑτοιμάζει, ὡς ἂν μὴ ἀθεράπευτον περιίδοι τῶν ἀνθρώπων τὴν νόσον δι' ἐρημίαν τῶν διορθουμένων κατακρατοῦσαν τοῦ γένους.

4 Τούτου χάριν ἐπικρατούσης ποτὲ τῆς Χαλδαϊκῆς φιλοσοφίας οἳ τὴν τῶν ὄντων αἰτίαν ἐν τῇ ποιᾷ κινήσει τῶν ἄστρων ὡρίζοντο, ὑπερκεῖσθαι δέ τινα τῶν φαινομένων δύναμιν ποιητικὴν τῶν ὄντων οὐκ ᾤοντο· τότε τὸν Ἀβραὰμ ἀναδείκνυσιν, ὃς ἐπιβάθρᾳ τῇ τοιαύτῃ παιδεύσει χρησάμενος, ἀνεζήτησε τὸν διὰ τῶν ὁρωμένων νοούμενον. καὶ ὁδὸς τοῖς ἐφεξῆς ἐγένετο πίστεως τῆς εἰς τὸν ὄντως ὄντα Θεόν, αὐτὸς πρὸς ταύτην καθηγησάμενος διὰ τοῦ καταλιπεῖν τὴν πατρῷαν ἀπάτην καὶ τὴν τῶν αἰσθ ητηρίων πρὸς τὴν φαινομένην κτίσιν συγγένειαν. εἶτα τῶν Αἰ γυπτίων δαιμονίαν τινὰ καὶ γοητικὴν σοφίαν ἐξευρηκότων ἐξ ὑποθήκης, οἶμαι, τοῦ ποικίλως τὰς ψυχὰς δι' ἀπάτης καταβυθίζοντος, ἀνέδειξε τὸν Μωϋσέα τῷ ὑπερβάλλοντι τῆς σοφίας τὴν Αἰγυπτίαν ἀπάτην ἐξαφανίσοντα. ἐπιγινώσκει δὲ πάντως τὸν λόγον ὁ τὴν Γραφὴν ἐπιστάμενος, πῶς, ἀντεπιδεικνυμένων τοῖς θείοις σημείοις τῶν γοήτων τὰς ἰδίας ἀπάτας, ὑπερέσχε κατὰ κράτος ὁ Μωϋσῆς διὰ τῆς ἄνωθεν συμμαχίας τὴν Αἰγυπτίαν ἰσχὺν πᾶσαν ἐξαφανίσας. νοεῖς δὲ τοῦτο διά τε τῶν ἄλλων καὶ τῷ τῶν ῥάβδων αἰνίγματι.

5 Προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν Ἰσραηλιτῶν δι' ἀναρχίας ἐν δημοκρατικῇ συγχύσει πλημμελῶς διακειμένων, ὁ Σαμ ουὴλ ἀναφαίνεται κρατῶν δι' ἑαυτοῦ τὸ ὑπήκοον καὶ τῆς πρὸς τοὺς ἀλλοφύλους ἐπιμιξίας ἀπείργων· εἶτα πρὸς βασιλείας κατάστασιν τὴν ἀναρχίαν μετασκευάσας συνήθροισεν αὐτὸ περὶ ἑαυτῷ ὁμόφυλον τῆς βασιλικῆς δυναστείας νομοθέτης γενόμενος. μετὰ ταῦτα δὲ πολλαῖς ὕστερον γενεαῖς ὅτε Ἀχαὰβ ἐκεῖνος, τὸ γυναικεῖον ἀνδράποδον, αὐτός τε τῶν πατρῴων ἀπέστη θεσμῶν γυναικὶ χλιδώσῃ δεδουλωμένος καὶ τὴν τῶν εἰδώλων πλάνην δι' ἐκείνης ἐπισπασάμενος, συναπέστησεν ἑαυτῷ τὸν Ἰσραηλίτην λαόν, τότε ἀναδείκνυσιν ὁ Θεὸς τὸν Ἠλίαν ἀντίρροπον ἔχοντα τῷ μεγέθει τῆς νόσου τῶν ἀνθρώπων τὴν θεραπεύουσαν δύναμιν, ἄνδρα, ἐν ὑπεροψίᾳ τῆς θεραπείας τοῦ σώματος, αὐχμῶντα τὸ πρόσωπον καὶ τῷ πλήθει τῶν ἰδίων τριχῶν σκιαζόμενον, ἰδιαστὴν τῷ βίῳ, σεμνὸν προσιδεῖν ἐν ἀμειδεῖ τῷ προσώπῳ, καὶ συννενευμένον τῷ βλέμματι δέρματι αἰγείῳ τοσοῦτον τοῦ σώματος σκέποντα ὅσον εὐπρεπέστερόν ἐστι καλυπτόμενον, τῷ δὲ λοιπῷ διακαρτεροῦντα πρὸς τὸν ἀέρα καὶ οὐδὲν πρὸς τὴν ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίαν ἐπιστρεφόμενον. ὃς ἀναφανεὶς τῷ λαῷ, τῇ τε διὰ τοῦ λιμοῦ μάστιγι σωφρονίζει τὸν Ἰσραήλ, καθάπερ τινὶ σκυτάλῃ τῇ τοιαύτῃ πληγῇ τῆς ἀταξίας τοῦ λαοῦ καθαπτόμενος· μετὰ ταῦτα δὲ καὶ τῷ θείῳ πυρὶ τῷ περὶ τὴν ἱερουργίαν γεγενημένῳ θεραπεύει τὴν περὶ τὰ εἴδωλα νόσον.

6 Εἶτα μετ' ἐκεῖνον ἄλλος ἐκεῖνος χρόνοις ὕστερον πλείοσιν ἀναφαίνεται, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου διὰ Ζαχαρίου καὶ Ἐλισάβετ ἐπιδημήσας τῷ βίῳ, καὶ ἅπαν τὸ ἔθνος ἐξεκ κλησιάζων ἐν τῇ ἐρήμῳ διὰ κηρύγματος, καὶ τὸν ἐπὶ τῷ αἵματι τῶν προφητῶν λύθρον, καὶ τὰ παντοδαπὰ μιάσματα, καὶ τὰ ποικίλα τῆς ἁμαρτίας