2
ἀκροατὴς ἐπόψει τὸ ἀψευδὲς, κατόπιν τοῦ λόγου τὰς ποικίλας αὐτοῦ τῶν ἀρετῶν ἰδέας ἀναλεγόμενος, ὧν ἡμεῖς καθ άπερ ἕνα τινὰ χρυσοκόλλητον στέφανον, πολυτίμοις καὶ διαφόροις περιηνθισμένον χρυσουργήσαντες λί θοις, τῇ νύμφῃ Χριστοῦ Ἐκκλησίᾳ δῶρον ποθούμενον προσκομίσομεν· χαίρει γὰρ τοῖς τοιούτοις φιλοφρο νεῖσθαι χαρίσμασιν, ὅτε μνήμη δικαίων ἀπαντήσει ἐτήσιος. Ἐφραῒμ δὲ νῦν εἰς εὐφημίαν περιήγαγε τρέχων ὁ χρόνος· καὶ πῶς οὐ περιχαρῶς τὸ τούτου μνημόσυνον ὑποδέξεται; Ἐφραῒμ ἐκεῖνον, τὸν ἐν πᾶσι Χριστιανῶν περιφε ρόμενον στόμασιν. Ἐφραῒμ λέγω τὸν Σύρον· οὐ γὰρ τὸ γένος ἐπαισχύνομαι, οὗ τοῖς τρόποις ἐγκαλλωπί ζομαι. Ἐφραῒμ, οὗ εἰς πᾶσαν τὴν γῆν τὸ φέγγος τοῦ βίου καὶ τῆς θεωρίας ἐξέλαμψεν· ὁ πάσῃ τῇ ὑφ' ἡλίῳ σχεδὸν γινωσκόμενος, παρὰ τοσούτοις τε ἀγνοούμε νος, παρ' ὅσοις ὁ μέγας τῆς Ἐκκλησίας φωστὴρ Βα 46.824 σίλειος· Ἐφραῒμ, ὁ νοητὸς ὄντως τῆς Ἐκκλησίας Εὐφράτης, ἐξ οὗ τὸ τῶν πιστῶν καταρδευόμενον πλή ρωμα εἰς ἑκατὸν ἀποδίδωσι τὸν σπόρον τῆς πίστεως· Ἐφραῒμ, ἡ πολύφορος τοῦ Θεοῦ ἄμπελος, ἡ δίκην βοτρύων γλυκερῶν καρποὺς ἀνθοῦσα διδασκαλίας, καὶ τοὺς τῆς Ἐκκλησίας τροφίμους τῷ κόρῳ τῆς θείας ἀγάπης εὐφραίνουσα· Ἐφραῒμ, ὁ καλὸς καὶ πι στὸς οἰκονόμος τῆς χάριτος, ὁ τοὺς λόγους τῶν ἀρε τῶν ἀναλόγως τοῖς ὁμοδούλοις σιτομετρῶν, καὶ τὴν δεσποτικὴν οἰκίαν οἰκονομούμενος ἄριστα. Οὗ τὸ γέ νος καὶ τὴν ἐνεγκαμένην καὶ προγόνων περιφάνειαν, καὶ γεννητόρων εὔκλειαν, καὶ γέννησιν, καὶ ἀνατρο φὴν, καὶ αὔξησιν ἡλικίας, καὶ σωματικὴν ἐπιτηδειό τητα, καὶ τύχην, καὶ τέχνας, καὶ τὰ λοιπὰ τῶν ἔξω λογογράφων ἐρανιζόμενα τοῖς ἐπαίνοις σεμνολογή ματα, περιττὸν εἰς μέσον ἄγειν ὑποτοπήσαντες· ὅτι μὴ τοὺς θείους ἄνδρας ἡμεῖς ἐκ τῶν τοιούτων ἐπαι νεῖν παρειλήφαμεν· κἂν ἐκ περιουσίας αὐτῷ κἀντεῦ θεν ὑπάρχει τὸ ἀξιέπαινον, ἐξ ὧν αὐτὸς ἑαυτὸν πε ριφανῆ βίῳ τε καὶ λόγῳ κατεσκεύασεν, ἐκ τούτων καὶ ἡμεῖς αὐτῷ τὸν τοῦ λόγου στέφανον ἀναδήσωμεν. Τῶν ἐφ' ἡμῖν γὰρ οἱ ἔπαινοι, καὶ τῶν αὐτεξουσίων τὰ γέρα.
Τῶν ἀπηριθμημένων δὲ, καὶ ψόγοι παράλογοι, καὶ εὐφημίαι ἀνάρμοστοι. Πῶς γὰρ οὗτος ἀπὸ γένους ἐγκωμιάζεσθαι κατ εδέξατο, ὁ πᾶσαν κοσμικὴν εὐγένειαν βδελυξάμενος, καὶ τέκνον Θεοῦ δι' ἀναλήψεως ἔργων ἀρίστων γενέ σθαι κατασπασάμενος; Ἢ πῶς ἀπὸ πατρίδος σεμνύ νεσθαι, ὁ πᾶσαν τὴν γῆν ἀλλοτρίαν ἑαυτοῦ λογιζόμε νος, καὶ ὡς ἔχθραν τὴν ὑλικὴν κτίσιν ἀποστρεφόμε νος, διὰ τὴν ἐν οὐρανοῖς ἀποκειμένην ἀΐδιον μακα ριότητα; Πῶς δὲ πάλιν ἐπὶ προγόνων ἢ γεννητόρων ἡδυνθείη εὐκλείᾳ, ὁ σωματικὴν ἁπλῶς καταπατήσας προσπάθειαν, καὶ αὐτὸ τὸ ψυχικὸν χιτώνιον, ἤτοι σαρκίον βαρούμενος, ὡς ἐμποδὼν αὐτῷ πρὸς τοὺς τῆς ἀρετῆς ὀξυτάτους εὑρισκόμενον δρόμους; Πῶς δὲ ὅλως ἐκ σωματικῆς αὐξήσεως καὶ ἀναστροφῆς, ἢ ἐπιτηδειότητος, ἢ τέχνης, ἤ τινος ἄλλης καταπτύστου θελήσειεν ἐπαινεῖσθαι περὶ τὸν βίον ἀσχολίας, ὁ τρα φεὶς μὲν ἐκ πρώτης ἡλικίας, καὶ αὐξηθεὶς ἐν τῇ τῶν θείων μελέτῃ Γραφῶν, ποτισθεὶς δὲ τοῖς τῆς χάριτος ἀεννάοις ὀχετοῖς, καὶ πρὸς μέτρον ἡλικίας, ἀποστολι κῶς εἰπεῖν, φθάσας Χριστοῦ; Εἰδότες οὖν ἡμεῖς ὡς οὐ χαίρει τοῖς τοιούτοις ὁ μέγας Πατὴρ ἡμῶν μεγα λύνεσθαι, οἷσπερ οἱ σωματικοὶ, καταγελάστοις ἐπαί νοις, ἐκ τῶν οἰκείων αὐτὸν πόνων, κἂν γοῦν μετρίως πειραθῶμεν ἀποσεμνῦναι· οὐ γὰρ ἔχει φύσιν ὁ λό γος τοῖς ὑπὲρ δύναμιν ἐπεκτείνεσθαι. Ὡς ἂν οὖν μήτε τὸν ἡμέτερον πόθον ἡ ἀφωνία πεδήσῃ, μήτ' αὖ πάλιν ξένην τρίβον τῶν Πατέρων ὁδεύοντες, βασι λικῆς παρασφαλῶμεν ὁδοῦ, τὰ παρεκτρίβια διαθέον τες, τῷ μετρίῳ τὸν λόγον φιλοτεχνήσομεν. Τί δὲ τὰ τούτου, δι' ὧν ἐξυφᾶναι τὸν ἔπαινον ὑπ εθέμεθα; Πρᾶξις καὶ θεωρία, αἷς ὁ κατὰ μέρος τῶν ἀρετῶν ἑσμὸς ἐπακολουθεῖ, πίστις, ἐλπὶς, ἀγάπη, 46.825 εὐσέβεια εἰς Θεὸν, μελέτη τῶν θείων Γραφῶν, ἁγνι σμὸς ψυχῆς καὶ σώματος, δάκρυα διηνεκῆ, ἐρημικὴ διαβίωσις, ἡ ἐκ τόπου εἰς τόπον ἀναχώρησις, φυγὴ τῶν ἐπιβλαβῶν, διδασκαλία ἀένναος, προσευχὴ ἀκα τάπαυστος, νηστεία καὶ ἀγρυπνία μέτρον οὐκ ἔχου σαι,