2
Ναυῆ προχείρισιν, ἵνα μὴ τοῦτον εἶναι τὸν εἰκότα προφήτην ὑπολαμβάνωσι· μετὰ μέντοι τὴν αὐτοῦ χειροθεσίαν τότε τοῦτο κατε μήνυσε τῷ λαῷ. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. Μυρίων δὲ χρήσεων οὐσῶν τῶν τε προκαταγγελουσῶν τὰ περὶ Χριστοῦ, καὶ τῶν ἀπαγγελουσῶν περὶ τῆς ἁγίας Τριάδος, τὰ πολλὰ μὲν ἐάσομεν, καὶ μᾶλλον ὅσα παρερμηνεύειν οὗτοι κακοήθως ἐπιχειροῦσιν, ἵνα μὴ δῶμεν θύραν καὶ διατριβὴν ταῖς πονηραῖς ἀντιῤ ῥήσεσιν· Πᾶς γὰρ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι, φησὶν Ἰεζεκιήλ· Ὀλίγα δὲ προ-χειρισόμεθα σαφῆ τε καὶ ἀναντίῤῥητα, καὶ ὅσα τούτους ἢ πάντως ἐθελοκωφοῦντας, ἢ ἀνοηταίνοντας ἀπελέγξουσι.
{1Βίβλου Γενέσεως.} 1 Καὶ εἶπεν ὁ Θεὸς, Ποιήσωμεν ἄνθρωπον κατ' εἰ κόνα ἡμετέραν, καὶ καθ'
ὁμοίωσιν. Ὁ Πατὴρ δηλο νότι πρὸς τοὺς ἐκ τῆς οὐσίας αὐτοῦ τοὺς κοινωνοῦντας αὐτῷ τοῦ δημιουργικοῦ καὶ δεσποτικοῦ ἀξιώματος. Οὐκ ἔχει γὰρ ἐνταῦθα χώραν τὸ τῆς Ἑβραΐδος δια 130.261 λέκτου ἰδίωμα, τὸ χρώμενον ἔστιν ὅτε τοῖς ἑνικοῖς πληθυντικῶς. Ἢ γὰρ ἂν, καὶ ἐφ' ἃ μὴ χρὴ τῷ τοιούτῳ ἰδιώματι καταχρώμενοι, πολλῆς ἐμπλήσομεν τοὺς ἀντιλέγοντας ταραχῆς. {1Ἐκ τῆς αὐτῆς.}1 Καὶ εἶπεν ὁ Θεὸς, Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, ἤγουν ὡς ἕκαστος ἡμῶν τῶν ἐν τῇ μιᾷ θεότητι προσώπων. Εἰ γὰρ καὶ εἰρωνικῶς εἴρηται, ἀλλ' οὖν ἑνὸς προσώπου σημαντικὸν ὅλως εἶναι οὐ δύναται. {1Ἐκ τῆς αὐτῆς.}1 Καὶ εἶπεν ὁ Θεὸς, ∆εῦτε καὶ καταβάντες συγχέω μεν αὐτῶν τὰς γλώσσας. Τὸ γὰρ δεῦτε πρὸς δύο τοὐ λάχιστον ὁ λέγων λέγει, καὶ Τριὰς ἐντεῦθεν συναπαρ τίζεται. Πρὸς ἰσοδυνάμους δὲ, καὶ ὁμοουσίους τὸ δεῦτε, ποιήσωμεν τόδε, καὶ οὐ πρὸς ἀγγέλους ἐρεῖς, ὅπερ ἐστὶν ἄτοπον. Ἢ οἵους ἂν, καὶ ὅσους ἐρεῖς, παραγραψόμεθα διὰ τὸ ἀμάρτυρον. Πῶς Θεὸς διαλέγεται; Ἆρα τὸν ἡμέτερον τρόπον; εὐσεβέστερον λέγειν, ὅτι τὸ θεῖον βούλημα, καὶ ἡ πρώτη ὁρμὴ τοῦ νοεροῦ κινήματος, τοῦτο Λόγος ἐστὶ τοῦ Θεοῦ. Σχηματίζει δὲ αὐτὸν διεξοδικῶς ἡ Γραφὴ, ἵνα δείξῃ, ὅτι οὐχὶ γενέσθαι μόνον ἐβουλήθη τὴν κτίσιν, ἀλλὰ διά τινος συνεργοῦ παραχθῆναι ταύτην εἰς γένεσιν. Ἠδύνατο γὰρ, ὡς ἐξ ἀρχῆς εἶπε, περὶ πάντων ἐπεξελθεῖν. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν. Εἶτα ἐποίησε τὸ φῶς, εἶτα ἐποίησε τὸ στερέωμα. Νῦν δὲ τὸν Θεὸν οἱονεὶ προστάσσοντα καὶ διαλεγόμενον εἰσάγουσα, τὸν ᾧ διαλέγεται κατὰ τὸ σιωπώμενον ὑποφαίνει, οὐ βασκαίνουσα ἡμῖν τῆς γνώσεως, ἀλλ' ἐκκαίουσα ἡμᾶς πρὸς τὸν πόθον, δι' ὧν ἴχνη τινὰ καὶ ἐμφάσεις ὑποβάλλει τοῦ ἀποῤῥήτου. Τὸ γὰρ πόνῳ κτηθὲν περιχαρῶς ὑπεδέχθη, καὶ φιλοπόνως διεφυλάχθη. Ὦν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτίσις εὐκαταφρόνητος. ∆ιὰ τοῦτο ὁδῷ τινι καὶ τάξει ἡμᾶς εἰς τὴν περὶ τοῦ Μονογενοῦς ἔννοιαν ἐμβιβάζει, καίτοι γε τοῦ ἐν φωνῇ λόγου οὐδὲ οὕτως ἦν χρεία τῇ ἀσωμάτῳ φύσει, αὐτῶν τῶν νοηθέντων μεταδί δοσθαι δυναμένων τῷ συνεργοῦντι. Ὥστε τίς χρεία λόγου τοῖς δυναμένοις ἐξ αὐτοῦ τοῦ νοήματος κοι νωνεῖν ἀλλήλοις τῶν βουλευμάτων; φωνὴ μὲν γὰρ ἀκοὴν, καὶ ἀκοὴ φωνῆς ἕνεκεν. Ὅπου δὲ οὐκ ἀὴρ, οὐχὶ γλῶσσα, οὐδὲ οὖς, οὐ πόρος σκολιὸς, ἐπὶ τὴν ἐν τῇ κεφαλῇ συναίσθησιν ἀναφέρων τοὺς ψόφους, ἐκεῖ οὐδὲ ῥημάτων χρεία, ἀλλ' ἐξ αὐτῶν, ὡς ἂν εἴποι τις, τῶν ἐν καρδίᾳ νοημάτων τοῦ θελήματος ἡ μετά δοσις. Ὅπερ οὖν ἔφην, ὥστε διαναστῆναι τὸν νοῦν ἡμῶν πρὸς τὴν ἔρευναν τοῦ προσώπου, πρὸς ὃν οἱ λόγοι σοφῶς καὶ ἐντέχνως, τοῦτο τῆς διαλέκτου παρείληπται. {1Ἐκ τῆς αὐτῆς.}1 Ὤφθη δὲ τῷ Ἀβραὰμ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκη νῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλ 130.264 μοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς εἱστήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν, προσέδραμεν εἰς συνάντησιν αὐ τοῖς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε, Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ πα ρέλθῃς τὸν παῖδά σου. Εἶπε δὲ πρὸς αὐτὸν, Ποῦ Σάῤῥα ἡ