1

 2

 3

 4

 5

2

παντὸς εὐθυνόμενον; ποῦ τὸ ἀσφαλὲς τῶν ψυχῶν ἡμῶν πηδάλιον, δι' οὗ τὰς τρικυμίας τὰς αἱρετικὰς ἀπαθῶς παρεπλέομεν; ποῦ ἡ ἀμετάθετος τῆς γνώμης ἄγκυρα, ᾗ μετὰ πάσης ἀσφαλείας πεποιθότες ἀνεπαυόμεθα; ποῦ ὁ καλὸς κυβερνήτης ὁ πρὸς τὸν ἄνω σκοπὸν διευθύνων τὸ σκάφος; ἆρα μικρὰ τὰ συμβάντα καὶ μάτην παθαίνομαι; ἢ μᾶλλον οὐκ ἐφικνοῦμαι τοῦ πάθους, κἂν ὑπερφωνήσω τῷ λόγῳ; χρήσατε ἡμῖν, ἀδελφοί, χρήσατε τὸ ἐκ συμπαθείας δάκρυον. καὶ γὰρ ὅτε ὑμεῖς ηὐφραίνεσθε, ἡμεῖς τῆς εὐφροσύνης ὑμῖν ἐκοινωνήσαμεν. οὐκοῦν ἀπόδοτε ἡμῖν τὸ πονηρὸν τοῦτο ἀντάλλαγμα.

Χαίρειν μετὰ χαιρόντων, τοῦτο ἡμεῖς ἐποιήσα μεν· Κλαίειν μετὰ κλαιόντων, τοῦτο ὑμεῖς ἀνταπόδοτε. 9.445 ἐδάκρυσέ ποτε ξένος λαὸς ἐπὶ τοῦ πατριάρχου Ἰακὼβ καὶ τὴν ἀλλοτρίαν συμφορὰν ᾠκειώσατο, ὅτε τὸν πατέρα ἐξ Αἰγύπτου οἱ ἀπ' ἐκείνου μετακομίσαντες πανδημεὶ τὴν ἐπ' αὐτῷ συμφορὰν ἐπὶ τῆς ἀλλοτρίας κατωλοφύραντο ἡμέραις τριάκοντα καὶ τοσαύταις νυξὶ τὸν ἐπ' αὐτῷ θρῆνον συμπαρα τείνοντες. μιμήσασθε τοὺς ἀλλοφύλους οἱ ἀδελφοὶ καὶ ὁμόφυλοι. κοινὸν ἦν τότε τῶν ξένων καὶ τῶν ἐγχωρίων τὸ δάκρυον· κοινὸν ἔστω καὶ νῦν, ἐπεὶ καὶ τὸ πάθος κοινόν. ὁρᾶτε τοὺς πατριάρχας τούτους· πάντες οὗτοι τέκνα τοῦ ἡμετέρου εἰσὶν Ἰακώβ. ἐξ ἐλευθέρας οἱ πάντες. οὐδεὶς νόθος οὐδὲ ὑπόβλητος. οὐδὲ γὰρ ἦν θέμις ἐκείνῳ δουλικὴν δυσγένειαν ἐπεισάγειν τῇ εὐγενείᾳ τῆς πίστεως. οὐκοῦν καὶ ὑμέτερος ἐκεῖ νος πατήρ, διότι τοῦ πατρὸς ἦν τοῦ ὑμετέρου πατήρ. Ἠκούσατε ἀρτίως τοῦ Ἐφραὶμ καὶ τοῦ Μανασσῆ, οἷα καὶ ὅσα περὶ τοῦ πατρὸς διηγήσαντο, ὡς ὑπερβαίνει λόγον τὰ θαύματα. δότε κἀμοί τι περὶ τούτων εἰπεῖν· καὶ γὰρ ἀκίνδυνον τὸ μακαρίζειν λοιπόν· οὐκέτι φοβοῦμαι τὸν φθόνον· τί γάρ με χεῖρον ἐργάσεται; οὐκοῦν γνῶτε τίς ὁ ἀνήρ. Εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν, Ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος (οὐ γὰρ δὴ 9.446 ζηλοτυπήσει ὁ μέγας Ἰώβ, εἰ ταῖς περὶ αὐτοῦ μαρτυρίαις καὶ ὁ μιμητὴς ἐκείνου ἐγκαλλωπίζοιτο). ἀλλ' ὁ τὰ καλὰ πάντα βλέπων φθόνος εἶδε καὶ τὸ ἡμέτερον ἀγαθὸν πικρῷ ὀφθαλμῷ, καὶ ὁ ἐμπεριπατῶν τῇ οἰκουμένῃ καὶ δι' ἡμῶν περιεπάτησε πλατὺ τὸ ἴχνος τῆς θλίψεως ταῖς εὐπραγίαις ἡμῶν ἐναπερείσας. οὐ βοῶν καὶ προβάτων ἀγέλας διελυμήνα το, πλὴν εἰ μὴ ἄρα τις κατὰ τὸ μυστικὸν εἰς τὴν ἐκκλησίαν μεταλάβοι τὸ ποίμνιον· πλὴν οὐκ ἐν τούτοις ἡμῖν παρὰ τοῦ φθόνου ἡ βλάβη, οὐδὲ ἐν ὄνοις καὶ καμήλοις τὴν ζημίαν εἰργάσατο, οὐδὲ τραύματι σαρκὸς τὰς αἰσθήσεις ἐδρίμυξεν, ἀλλ' αὐτῆς ἡμᾶς τῆς κεφαλῆς ἀπεσύλησεν. τῇ δὲ κεφαλῇ συναπῆλθε τὰ τίμια ἡμῶν αἰσθητήρια. οὐκέτι ἔστιν ὁ ὀφθαλμὸς ὁ τὰ οὐράνια βλέπων, οὐδὲ ἡ ἀκοή <ἡ> τῆς θείας φωνῆς ἐπαΐουσα, οὐδὲ ἡ γλῶσσα ἐκείνη, τὸ ἁγνὸν ἀνάθημα τῆς ἀληθείας.

Ποῦ ἡ γλυκεῖα τῶν ὀμμάτων γαλήνη; ποῦ τὸ φαιδρὸν ἐπὶ τοῦ χείλους μειδίαμα; ποῦ ἡ εὐπροσήγορος δεξιὰ τῇ τοῦ στόματος εὐλογίᾳ τοὺς δακτύλους συνεπισείουσα; προάγομαι δὲ ὡς ἐπὶ σκηνῆς ἀναβοῆσαι τὴν συμφοράν. ἐλεῶ σε, ὦ ἐκκλησία· πρὸς σὲ λέγω τὴν Ἀντιόχου πόλιν· 9.447 ἐλεῶ σε τῆς ἀθρόας ταύτης μεταβολῆς. πῶς ἀπεκοσμήθη τὸ κάλλος; πῶς ἀπεσυλήθη ὁ κόσμος; πῶς ἐξαίφνης ἀπερρύη τὸ ἄνθος; ὄντως Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. τίς ὀφθαλμὸς πονηρός, τίς βασκανία κακὴ κατὰ τῆς ἐκκλησίας ἐκείνης ἐκώμασεν; οἷα ἀνθ' οἵων ἠλλάξατο. ἐξέλιπεν ἡ πηγή. ἐξηράνθη ὁ ποταμός. πάλιν εἰς αἷμα μετεποιήθη τὸ ὕδωρ. ὢ δυστυχοῦς ἀγγελίας ἐκείνης τῆς διαγγελούσης τῇ ἐκκλησίᾳ τὸ πάθος. τίς ἐρεῖ τοῖς τέκνοις ὅτι ἀπωρφανίσθησαν; τίς ἀπαγγελεῖ τῇ νύμφῃ ὅτι ἐχήρευσεν; ὢ τῶν κακῶν. τί ἐξέπεμψαν; καὶ τί ὑποδέχονται; κιβωτὸν προέπεμψαν καὶ σορὸν ὑποδέ χονται. κιβωτὸς γὰρ ἦν, ἀδελφοί, ὁ τοῦ θεοῦ ἄνθρωπος· κιβωτός, περιέχων ἐν ἑαυτῷ τὰ θεῖα μυστήρια. ἐκεῖ ἡ στάμνος ἡ χρυσῆ, πλήρης τοῦ θείου μάννα, πλήρης τῆς οὐρανίου τροφῆς. ἐν ἐκείνῃ αἱ πλάκες τῆς διαθήκης ἐν ταῖς πλαξὶ τῆς καρδίας