1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

2

Παλαιᾶς ἔστιν εὑρεῖν, ἠρέμα ὑποδεικνυμένης τῆς ἁγίας Τριάδος τὴν ὑπόστασιν καὶ τὸ ὁμοούσιον αὐτῆς· οἷον ὡς ἐπὶ τοῦ Ἀβραάμ· «Ὤφθη» γὰρ, φησὶν, «αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου 46.197 αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς, εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες παρειστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδοὺ προσ έδραμεν εἰς συνάντησιν αὐτῶν, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν. Καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐναν τίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.»

Καὶ μεθ' ἕτερα· «Εἶπε δὲ πρὸς αὐτόν· Ποῦ Σάῤῥα ἡ γυνή σου; Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐν τῇ σκηνῇ. Εἶπε δέ· Ἐπαναστρέφων ἥξω πρὸς σὲ, κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου.» Ἰδοὺ δὴ φησὶν ὀφθῆναι μὲν αὐτῷ τὸν Θεὸν, εἶναί γε μὴν τρεῖς ἄνδρας τοὺς ἑωραμένους· αὐτὸν δὲ πάλιν οὐχ ὡς τρισὶν εἰπεῖν· Κύριοι, εἰ εὕρηκα χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν. Κύριον δὲ μοναδικῶς τοὺς τρεῖς ὀνομάζοντα, καὶ ὡς ἕνα καταίρειν ἀξιοῦντα, καὶ ὡς εἷς φωνεῖ· Ἥξω. Ὅρα οὖν τοὺς ὀφθέντας τρεῖς μὲν ὄντας, καὶ ὑφεστῶτας ἰδιοσυστάτως ἕκαστον· τῷ γε μὴν τῆς ὁμοουσίας λόγῳ συνειλημμένους εἰς ἕνα, καὶ τὰς διαλέξεις ποιησαμένους. Τίς δὲ πρὸς τίνα ἔλεγεν· «∆εῦτε, καταβάντες συγχέωμεν τὴν γλῶσσαν αὐτῶν;» Ἢ δῆλον πρὸς ὃν εἶπεν· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ, «Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης·» καὶ πάλιν· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» καὶ πάλιν, «Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν;» Τί δὲ τὸ, «Ἔβρεξε Κύριος πῦρ καὶ θεῖον παρὰ Κυρίου;» Τί δὲ τὸ ἐκ προσώπου τοῦ Θεοῦ, «Καὶ πᾶς ὁ ἐκχέων αἷμα, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον;» Ὁρᾷς ὅτι ὁ Θεὸς ἐν εἰκόνι τοῦ Θεοῦ ἐποίησε; Τὸ δὲ ἐν τῇ Ἐξόδῳ πῶς νοητέον· «Καὶ ὀρθρίσας Μωϋσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινᾶ, καθότι συνέταξεν αὐτῷ Κύριος. Καὶ ἔλαβε Μωϋσῆς τὰς πλάκας τὰς λιθίνας. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη ἐκεῖ, καὶ ἐλάλησε τῷ ὀνόματι Κυρίου. Καὶ παρῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου.» Ποῖος ἄρα ἐλάλησε Κύριος ἐν ὀνόματι Κυρίου; καὶ ποῖος παρ ῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου; Τί δὲ τὸ πρὸς Ἰακὼβ εἰρημένον, «Ἐγώ εἰμι ὁ ὀφθείς σοι ἐν 46.200 τόπῳ Θεοῦ;» Πῶς δὲ τὸ, «Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;» Τίνι, καὶ ποίου Θεοῦ; Λέγει Μωσῆς· «Καὶ ἔδωκε Κύριος ὅρον, λέγων· Ἐν τῇ αὔριον ἡμέρᾳ ποιήσει Κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς·» καὶ πάλιν· «Ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, καὶ ὁ Λόγος μου ὁ ἀγαθὸς, καὶ τὸ Πνεῦμά μου ἐν μέσῳ ὑμῶν.» Τίς οὖν χρεία τριῶν μνησθῆναι, εἰ μὴ ἕκαστον ἐν ἰδίᾳ ὑποστάσει; Καὶ πάλιν· «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοι μοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ.» Καὶ οὐκ εἶπε· Καταβήσομαι. «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται.» Καὶ μετά τινα· «ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.» Οὐκ εἶπε· Τὴν ἡμέραν μου. «Καὶ ἔσται, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Καὶ οὐκ εἶπε· Τὸ ὄνομά μου. Καὶ πάλιν· «Κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, τοῦ ἰδεῖν τὸν στεναγμὸν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου.» Οὐκ εἶπε· Τὸ ὄνομα αὐτοῦ. Καὶ πάλιν· «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.» Καὶ πάλιν· «Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.» Τίς οὖν ὁ Κύριος παρὰ τῷ Θεῷ; Ἐκ προσώπου τοῦ Θεοῦ· «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ