1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

ἀναλίσκομεν, καὶ καρτερίαν ἐπιδεικνύμεθα, καὶ οὐ πρότερον ἀφιστάμεθα, ἅπαντα πράττοντες, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν· τῆς δὲ ψυχῆς καθ' ἑκάστην ἡμέραν κεντουμένης, σπαραττομένης τοῖς πάθεσι τοῖς σωματικοῖς, καιομένης, κρημνιζομένης, καὶ πάντα τρόπον ἀπολλυούσης ἑαυτὴν, οὐδὲ βραχὺν ἔχομεν λόγον. Τὸ δὲ αἴτιον, ὅτι ἅπαντας ἡ νόσος κατείληφε· καὶ καθάπερ ἐπὶ τῶν καμνόντων τὰ σώματα, εἰ συμβαίη μηδένα παρεῖναι τῶν ὑγιαινόντων αὐτοῖς, οὐδὲν τὸ κωλύον ἅπαντας εἰς τὴν ἐσχάτην καταπεσεῖν φθορὰν, μηδενὸς αὐτῶν τὰς ἀλόγους ἐπιθυμίας κατέχοντος· οὕτω καὶ ἐφ' ἡμῶν διὰ τὸ μηδένα εἶναι τὸν ὑγιαίνοντα καθαρῶς ἐν τῇ πίστει, ἀλλὰ πάντας ἀῤῥωστεῖν, τοὺς μὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος μοίρας, οὐδεὶς ὁ τοῖς κειμένοις ἐξαρκέσων ἐστίν. Εἰ γάρ τις ἔξωθέν ποθεν ἡμῖν ἐπιστὰς, καὶ τοῦ Χριστοῦ τὰ προστάγματα, καὶ τῆς πολιτείας τῆς ἡμετέρας τὴν σύγχυσιν καταμάθοι καλῶς, οὐκ οἶδα εἴ τινας ἑτέρους μᾶλλον ἡμῶν ἐχθροὺς ὑπολήψεται εἶναι τοῦ Χριστοῦ· καθάπερ γὰρ ἐσπουδακότες τὴν ἐναντίαν αὐτοῦ ἐλθεῖν τοῖς ἐπιτάγμασιν, οὕτω ταύτην ὡδεύσαμεν τὴν ὁδόν.

βʹ. Καὶ ἵνα μή τις ὑπερβολῆς εἶναι νομίσῃ τὰ ῥήματα τὰ παρ' ἡμῶν, τὴν ἀπόδειξιν ἐπαγαγεῖν ἤδη πειράσομαι, ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ αὐτῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ. Τί οὖν φησιν ὁ Χριστός; Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, 47.396 ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Ταῦτα μὲν οὖν ὁ Χριστός. Ἡμεῖς δὲ τῶν ἀπιστούντων αὐτῷ μᾶλλον τὸν νόμον τοῦτον κατεπατήσαμεν, καθ' ἑκάστην ἡμέραν μυρίαις τοὺς ἀδελφοὺς πλύνοντες λοιδορίαις. Καὶ τὸ δὴ καταγελαστότερον, ὅτι τὸ μωρὸς ὄνομα παραφυλαττόμενοι, πολλάκις ἑτέρας τούτου ὕβρεις πικροτέρας ἐπάγομεν, ὡς ἐκείνου μόνου τοῦ ῥήματος τὴν κόλασιν ἔχοντος. Τὸ δὲ οὐ τοιοῦτόν ἐστιν, ἀλλὰ τὸν ὑβριστὴν καθάπαξ κολάζων, τοῦτο τέθεικε τὸ ἐπιτίμιον· καὶ δῆλον ἐξ ὧν καὶ Παῦλός φησιν, οὑτωσὶ λέγων· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὐ μοιχοὶ, οὐ μαλακοὶ οὔτε ἀρσενοκοῖται, οὐ κλέπται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσι. Εἰ δὲ ὁ μωρὸν λέγων τὸν ἀδελφὸν αὐτοῦ τῆς ἐσχάτης κολάσεώς ἐστιν ἄξιος, ὁ κακοῦργον καὶ βάσκανον καὶ εὐχερῆ καὶ κενόδοξον, καὶ μυρία ἄλλα τοιαῦτα κακηγορῶν, πόσον ἑαυτῷ τὸ τῆς γεέννης συνάξει πῦρ; Τὸ γὰρ, Μωρὲ, καὶ Ῥακὰ, τῶν εἰρημένων πολλῷ κουφότερον· διόπερ ἐκεῖνο παρεὶς, τοῦτο τέθεικεν ὁ Χριστὸς, ἵνα μάθῃς ὅτι, εἰ τὸ φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατ' αὐτοῦ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτερα καὶ ἀφορητότερα τοῦτο ἐργάσεται. Εἰ δέ τινες ὑπερβολὴν τοῦ λόγου καταγινώσκουσι (καὶ γάρ τινας οἶδα τοῦτο παθόντας ἐγὼ, καὶ νομίζοντας ὑπὲρ τοῦ φοβῆσαι μόνον ταύτην εἰρῆσθαι τὴν ἀπειλὴν), ὥρα αὐτοὺς τοὺς μοιχοὺς, τοὺς ἀρσενοκοίτας, τοὺς μαλακοὺς, τοὺς εἰδωλολάτρας τῆς εἰρημένης ἀπαλλάττειν κολάσεως. Εἰ γὰρ φόβου μόνον ἕνεκεν τοῖς λοιδόροις ἠπείλησε, δῆλον ὅτι κἀκείνοις· ὁμοῦ γὰρ ἅπαντας συναγαγὼν, οὕτως ἐπήγαγε τῆς βασιλείας τὴν ἔκπτωσιν. Τί οὖν, φησίν; ὁ λοίδορος μετὰ τοῦ μοιχοῦ καὶ μαλακοῦ καὶ πλεονέκτου καὶ εἰδωλολάτρου κείσεται; Εἰ μὲν τὴν αὐτὴν αὐτοῖς δώσει δίκην, ἑτέρου τοῦτο ζητῆσαι καιροῦ· ὅτι δὲ τῆς βασιλείας ὁμοίως ἐκπεσεῖται ἐκείνοις, τῷ Παύλῳ πείθομαι λέγοντι, μᾶλλον δὲ τῷ ἐνεργοῦντι δι' αὐτοῦ Χριστῷ, ὅτι οὔτε οὗτοι, οὔτε ἐκεῖνοι βασιλείαν Θεοῦ κληρονομήσουσιν. Οὐκ ἐπὶ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ πολλῶν ἑτέρων πολλοὶ τοῦτο πεπόνθασι, καὶ τὰ πάντως ἐκβησόμενα ὑπερβολικῶς εἰρῆσθαι νομίζουσι· διαβολικὴ δέ ἐστιν αὕτη ἡ παγίς. Ἵνα γὰρ τὸν φόβον τῆς μελλούσης ἐκλύσῃ κολάσεως τῶν κατανυγέντων ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, καὶ χαυνοτέρους ἐργάσηται περὶ τὴν ὑπακοὴν τῆς ἐντολῆς, τὴν ἀπὸ τῆς ὑπερβολῆς παραμυθίαν εἰσήγαγεν, εἰς μὲν τὸ παρὸν ἱκανὴν χαρίσασθαι ταῖς ῥᾳθυμοτέραις