1

 2

 3

 4

 5

 6

2

ζημίαν γεγενῆσθαι, μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας καὶ νίκας τῆς ἥττης γενομένης· ἐπειδὴ δὲ ἅμα τῷ πρὸς αὐτὸν ἀποδύσασθαι ὑπεσκέλισεν, τοσοῦτον ἤνυσε μέν, ὅσον σὲ † σπουδαιότερον γενέσθαι πρὸς τὴν κατ' αὐτοῦ μάχην εἰργάσατο. Ἄρτι γάρ σοι ἐκπλέοντι, οὐκ ἐκ τῆς ἐμπορίας ἐπανιόντι, οὐδὲ πλήρη τὸν φόρτον ἐπιφερομένῳ, ὁ δεινὸς ἐπέθετο πειρατής· καὶ καθάπερ λέοντα γενναῖόν τις ἀνελεῖν ἐπιχειρήσας, ἐπειδὰν τὴν δορὰν ἐπιξύσειεν μόνον, ἐκεῖνον μὲν ἔβλαψεν οὐδέν, ἤγειρεν δὲ καθ' ἑαυτοῦ καὶ μᾶλλον ἀσφαλέστερον καὶ δυσάλωτον τοῦ λοιποῦ πεποίηκεν· οὕτω δὴ καὶ ὁ κοινὸς ἁπάντων ἐχθρὸς βαθεῖαν ἐπιχειρήσας πῆξαι τὴν πληγήν, τούτου μὲν ἀπέτυχεν, ἐγρηγορέναι δὲ καὶ νήφειν τοῦ λοιποῦ παρεσκεύασε μᾶλλον.

2 Ὀλισθηρὸν ἡ ἀνθρωπίνη φύσις καὶ ὀξὺ μὲν κλαπῆναι, ὀξὺ δὲ ἀνενεγκεῖν ἐκ τῆς ἀπάτης, καὶ ὥσπερ πίπτει ταχέως, οὕτω καὶ θᾶττον ἀνίσταται. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ἀνήρ, τὸν ∆αυὶδ λέγω τὸν ἐκλεκτὸν βασιλέα καὶ προφήτην, ἡνίκα πολλὰ κατώρθωσεν, οὐκ ἔλαθεν ἄνθρωπος ὤν, ἀλλ' ἠράσθη ποτὲ γυναικὸς ἀλλοτρίας, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ' εἰργάσατο μὲν μοιχείαν διὰ τὴν ἐπιθυμίαν, εἰργάσατο δὲ καὶ φόνον διὰ τὴν μοιχείαν, ἀλλ' οὐκ ἐπειδὴ τηλικαύτας ἔλαβεν δύο πληγάς, ἤδη καὶ τρίτην ἑαυτῷ δοῦναι ἐπεχείρησεν, ἀλλ' εὐθέως πρὸς τὸν ἰατρὸν ἀπέτρεχεν, καὶ τὰ φάρμακα ἐπετίθει. Ποῖα ταῦτα; νηστείαν, δάκρυα, θρήνους, εὐχὰς συνεχεῖς, τὸ τὴν ἁμαρτίαν πολλάκις ἀναγγέλλειν· καὶ οὕτως διὰ τούτων ἵλεων κατέστησεν αὐτὸν εἴς τε τὴν προτέραν ἐπανῆλθεν ἀξίαν, ὥστε μετὰ μοιχείαν καὶ φόνον ἐπισκιάσαι πως δυνηθῆναι τὴν τοῦ παιδὸς εἰδωλολατρείαν τὴν τοῦ πατρὸς μνήμην. Ὁ γὰρ υἱός, ὁ τούτου Σολομὼν ἦν ὄνομα αὐτῷ, διὰ τῆς αὐτῆς ἑάλω παγίδος ἧσπερ καὶ ὁ πατήρ, καὶ γυναιξὶ χαριζόμενος ἀπέστη τοῦ πατρῴου θεοῦ. Ὅρα πόσον κακὸν τὸ μὴ κρατεῖν ἡδονῆς, ἀλλὰ τὴν τῆς φύσεως ἀνατρέπειν ἀρχήν, καὶ ἄνδρα ὄντα γυναικῶν εἶναι δοῦλον. Αὐτὸν δὴ τοῦτον τὸν Σολομῶντα δίκαιον ὄντα πᾶσαν ἀφαιρεθῆναι τὴν βασιλείαν, διὰ δὲ τὴν τοῦ πατρὸς εὐδοκίμησιν τὸ τῆς ἀρχῆς ἕκτον μέρος ἀφῆκεν ἔχειν ὁ θεός. Εἰ μὲν οὖν σπουδή σοι περὶ τοὺς ἔξωθεν λόγους ἦν, εἶτα ἀπερρᾳθύμησας δικαστηρίων καὶ βήματος καὶ τῶν ἐκεῖσε στεφάνων καὶ τῆς παρρησίας, σ' ἀναμιμνῄσκων παρεκάλεσα ἂν ἐπανελθεῖν εἰς τοὺς ὑπὲρ ἐκείνων πόνους· ἐπειδὴ δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς τρέχομεν καὶ τῶν ἐπὶ γῆς λόγος ἡμῖν οὐδείς, ἑτέρου σε ἀναμιμνῄσκω δικαστηρίου καὶ βήματος φοβεροῦ καὶ φρικώδους· «Πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.» Κρίτης δὲ καθῆται τότε, ὁ νῦν ἀθετούμενος ὑπὸ σοῦ. Τί οὖν ἐροῦμεν τότε; τί δὲ ἀπολογησόμεθα, ἐὰν ἐπιμένωμεν ἀθετοῦντες; τί ἐροῦμεν εἰπέ μοι; πραγμάτων φροντίδας προφασισόμεθα; ἀλλ' αὐτὸς προλαβὼν εἶπεν· «Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ.» Ἀλλ' ὑφ' ἑτέρων ἠπατῆσθαι; ἀλλ' οὐδὲ τὸν Ἀδὰμ πρὸς ἀπολογίαν ὤνησεν τὸ προβαλέσθαι τὴν γυναῖκα καὶ εἰπεῖν· «Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὐτή με ἠπάτησεν», ὥσπερ οὐδὲ τὴν γυναῖκα τὸν ὄφιν. Φοβερόν, ὦ Θεόδωρε, τὸ δικαστήριον ἐκεῖνο, οὐ κατηγόρων δεόμενον, οὐ μάρτυρας περιμένον· «Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα» τῷ δικάζοντι, καὶ οὐχὶ πράξεων μόνον ἀλλὰ καὶ ἐννοιῶν εὐθύνας ὑπέχειν δεῖ· «Κριτικὸς γάρ ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας» ὁ δικαστὴς ἐκεῖνος. Ἀλλ' ἴσως ἀσθένειαν φύσεως ἐρεῖς καὶ τὸ μὴ δυνηθῆναι ἐνεγκεῖν τὸν ζυγόν; Καὶ ποία αὕτη ἀπολογία, ζυγὸν μὴ ἰσχῦσαι τὸν χρηστὸν ἐνεγκεῖν, φορτίον μὴ δυνηθῆναι βαστάσαι τὸ ἐλαφρόν; βαρὺ πρᾶγμα καὶ φορτικὸν ἡ τῶν κόπων ἀνάπαυσις; Καὶ πῶς ἐπὶ τοῦτο ἡμᾶς ὁ Χριστὸς καλεῖ; Λέγων· «∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καὶ πάλιν· «Ἄρατε τὸν ζυγὸν ἐφ' ὑμᾶς, ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν.» Τί γὰρ ἐλαφρότερον, εἰπέ μοι, τοῦ φροντίδων καὶ πραγμάτων καὶ φόβων