2
τολμῶντας ἐκείνοις, μᾶλλον δὲ καὶ παρανομώτερα ἐκείνων πολλῷ· τοὺς γὰρ εἰς τὴν καθ' ἡμᾶς φιλοσοφίαν ἄγοντας πάντοθεν ἐλαύνειν, καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἀπαγορεύειν καθόλου μὴ φθέγγεσθαι, μηδὲ διδάσκειν μηδένα ποτὲ ἀνθρώπων τοιοῦτον μηδέν. Ἐγὼ μὲν οὖν ἀνέκραξά τε εὐθέως ἀκούσας, καὶ τὸν εἰπόντα συνεχῶς ἀνηρώτων, εἰ μὴ παίζοι ταῦτα λέγων. Ὁ δὲ, Ἄπαγε, ἔφη· μὴ γὰρ ἄν ποτε παίζοιμι ταῦτα, μηδ' ἂν εἰπεῖν, καὶ πλάσαι τοιαῦτα τῷ λόγῳ, ἃ πολλοῦ ἂν ἐτιμησάμην, καὶ πολλάκις ηὐξάμην μηδὲ νῦν, ὅτε γέγονεν, ἐν ἀκοῇ γοῦν δέξασθαι μόνῃ. Τότε δὴ καὶ πικρότερον ἀνοιμώξας, Ὄντως, ἔφην, τῶν τῷ Μιθριδάτῃ καὶ πᾶσιν ἐκείνοις τολμηθέντων τοσούτῳ ταῦτα ἀνοσιώτερα, ὅσῳ καὶ σεμνότερος πολλῷ καὶ ἁγιώτερος ὁ ναὸς οὗτος ἐκείνου. Ἀλλὰ τίνες, εἰπέ μοι, καὶ πόθεν οἱ ταῦτα τολμήσαντες; καὶ διὰ τί, καὶ ἐκ 47.321 ποίας αἰτίας, καὶ πρὸς τί βλέποντες τοὺς λίθους εἰς τὸ ὕψος βάλλουσι, καὶ πρὸς τὸν οὐρανὸν ἀκοντίζουσι τὰ βέλη, καὶ τῷ τῆς εἰρήνης πολεμοῦσι Θεῷ; Σαμέας μὲν γὰρ καὶ οἱ Φαραθαῖοι καὶ οἱ ἄρχοντες Ἀσσυρίων καὶ πάντες ἐκεῖνοι βάρβαροί τε ἦσαν, ὡς καὶ ἀπ' αὐτῶν τῶν ὀνομάτων ἔστιν ἰδεῖν, καὶ τῆς Ἰουδαϊκῆς μακρὰν ἤσκηντο πολιτείας, καὶ οὐκ ἐβούλοντο προσοικοῦντες αὐτοῖς ἀνθρώπους αὐξομένους ὁρᾷν· τὴν γὰρ δύναμιν τὴν ἐκείνων τῇ σφῶν αὐτῶν ἐξουσίᾳ λοιπὸν ἐπισκοτεῖν ᾤοντο· οὗτοι δὲ ποίας αὐτοῖς ἐλευθερίας ἐλαττουμένης, ποίας ἐκκοπτομένης ἀδείας, τίνας τῶν κρατούντων συμπράττοντας ἔχοντες, ταῦτα ἐτόλμησαν; Ἐκεῖνοι μὲν γὰρ εἶχον τοὺς Περσῶν βασιλεῖς ταυτὰ βουλομένους αὐτοῖς· οἱ δὲ ἡμέτεροι τἀναντία τούτων, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιθυμοῦσι καὶ εὔχονται. Ὅθεν καὶ πολλῆς ἐμπέπλησμαι τῆς ἀπορίας, ὅτι τῶν βασιλέων ἐν εὐσεβείᾳ ζώντων, τοιαῦτα σὺ λέγεις ἐν μέσαις τολμᾶσθαι ταῖς πόλεσιν. Ὁ δέ φησιν· Ἂν καὶ τὸ τούτου παραδοξότερον μάθῃς, ὅτι καὶ οἱ ταῦτα δρῶντες εὐσεβεῖς τε εἶναι βούλονται, καὶ Χριστιανοὺς καλοῦσιν αὑτοὺς, πολλοὶ δὲ αὐτῶν καὶ τῶν ἤδη μεμυημένων εἰσί· καί τις αὐτῶν δὴ τούτων πολλοῦ τοῦ διαβόλου πνεύσαντος εἰς αὐτὸν, διὰ τῆς μιαρᾶς γλώσσης ἐκείνης ἐτόλμησεν εἰπεῖν, ὅτι καὶ τῆς πίστεως ἀποστήσεται, καὶ θύσεται δαίμοσιν· ἀποπνίγεσθαι γὰρ ὁρῶν ἀνθρώπους ἐλευθέρους καὶ εὐγενεῖς καὶ δυναμένους ἐν τρυφῇ ζῇν, ἐπὶ τὸν σκληρὸν τοῦτον ἀγομένους βίον. Ταῦτα ἀκούσας ἐγὼ ἐπλήγην τε πληγὴν χαλεπωτέραν, καὶ ὅσα ἀπὸ τούτου κακὰ στοχαζόμενος, τήν τε οἰκουμένην ἐθρήνουν ἅπασαν, καὶ πρὸς τὸν Θεὸν ἔλεγον· Ἆρον τὴν ψυχήν μου ἀπ' ἐμοῦ, καὶ ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με, καὶ ἀπάλλαξον τῆς ἐπικήρου ταύτης ζωῆς, καὶ πρὸς τὸν χῶρον μετάστησον ἐκεῖνον, ἔνθα τοιοῦτον οὐδὲν οὔτε ἕτερος ἐρεῖ τις, οὔτε ἀκούσομαι ἐγώ. Οἶδα μὲν γὰρ, ὅτι ἀπελθόντα ἐντεῦθεν τὸ σκότος διαδέξεται τὸ ἐξώτερον, ἔνθα πολὺς ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἀλλ' ἥδιον ἐμοὶ βρυχόντων ἀκούειν ὀδόντων, ἢ τοιαῦτα ἠχούντων ῥήματα. Ἰδὼν δέ με πενθοῦντα ἐκεῖνος σφοδρῶς, Ἀλλ' οὐ τούτων, φησὶν, ὁ καιρὸς νῦν· οὐδὲ γὰρ δὴ τοὺς ἀπολωλότας καὶ ἀπολλυμένους τοῖς δάκρυσι τούτοις ἀνακτήσασθαι δυνήσῃ ποτέ· καὶ γὰρ οἶμαι μὴ στήσεσθαι τὸ δεινόν. Χρὴ δὲ ὁρᾷν ὅπως σβέσωμεν τὴν πυρὰν, καὶ στήσωμεν τὸν λοιμὸν, τό γε ἡμέτερον μέρος· καὶ εἴ γέ μοί τι πείθοιο, τῶν ὀδυρμῶν τούτων ἀφέμενος, ἔργασαι λόγον παραίνεσιν ἔχοντα τοῖς νοσοῦσι καὶ στασιάζουσι, πρός τε τὴν ἑαυτῶν, πρός τε τὴν κοινὴν ἁπάντων σωτηρίαν ἀνθρώπων. Καὶ τὸ βιβλίον ἐγὼ τοῦτο λαβὼν, ἀντ' ἄλλου τινὸς φαρμάκου ταῖς τῶν καμνόντων ἐνθήσω χερσί· καὶ γάρ εἰσί μοι τῶν τὰ τοιαῦτα νοσούντων φίλοι πολλοὶ, καὶ ἀνέξονται ἐπελθεῖν καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ οἶδα ὅτι ταχέως ἀπαλλάξονται τοῦ λοιμοῦ. Σὺ μὲν, ἔφην, πρὸς τὸ μέτρον τῆς ἀγάπης καὶ τὰ τῆς δυνάμεως τῆς ἡμετέρας μετρεῖς· ἐμοὶ δὲ οὔτε πάρεστί τις λόγων ἰσχὺς, τῇ τε εἶναι δοκούσῃ χρήσασθαι εἰς ὑπόθεσιν τοιαύτην αἰσχύνομαι, ἄλλον μὲν οὐδένα τοσοῦτον, Ἕλληνας δὲ ἅπαντας, τούς τε ὄντας τούς τε ἐπιγινομένους, οὓς ἀεὶ τῶν δογμάτων οὐχ ἧττον ἐπὶ 47.322 τῇ τοῦ βίου διασύρων ῥᾳθυμίᾳ, νῦν τὰ ἡμέτερα ἀναγκάζομαι διδάξαι κακά. Εἰ γὰρ