1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

2

ἄβυσσον ὡς εἰπεῖν τῆς κακίας κατενεχθεῖσαν ἰδὼν ὁ ἀγαθὸς δεσπότης γυμνὴν καὶ ἀσχημονοῦσαν, καὶ μήτε τὴν ἀμορφίαν λογισάμενος, μήτε τῆς πενίας τὴν ὑπερβολήν, μήτε τῶν κακῶν τὸ μέγεθος, δεικνὺς τὴν ὑπερβάλλουσαν ἑαυτοῦ φιλανθρωπίαν, προσεδέξατο. Καὶ διὰ τοῦ προφήτου τὴν τοιαύτην διάθεσιν δηλοῖ λέγων· «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου· καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.» 1.7 Σκόπει πῶς ἐξ αὐτῶν τῶν προοιμίων τὴν οἰκείαν ἀγαθότητα ἐμφαίνει, θυγατέρα καλέσαι καταξιώσας τὴν οὕτως ἀποσκιρτήσασαν καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ἐκδεδωκυῖαν ἑαυτήν· καὶ οὐ τοῦτο μόνον ἀλλ' ὅτι οὐδὲ εὐθύνας ἀπαιτεῖ τῶν πεπλημμελημένων οὐδὲ δίκας εἰσπράττεται ἀλλὰ μόνον παραινεῖ καὶ προτρέπεται ὑποθεῖναι τὴν ἀκοὴν καὶ τὴν παραίνεσιν δέξασθαι καὶ τὴν νουθεσίαν καὶ παρεγγυᾷ λήθην ποιήσασθαι τῶν ἐργασμένων. 1.8 Εἶδες φιλανθρωπίαν ἄφατον; Εἶδες κηδεμονίας ὑπερβολήν; Ταῦτα γὰρ ὁ μακάριος ∆αβὶδ ὡς πρὸς πᾶσαν τὴν οἰκουμένην κακῶς διακειμένην τότε ἐφθέγγετο· καὶ ἡμᾶς δὲ νῦν εὔκαιρον πρὸς τοὺς ἐπιποθήσαντας τὸν τοῦ Χριστοῦ ζυγὸν καὶ εἰς τὴν πνευματικὴν ταύτην στρατολογίαν ἐπιδραμόντας ταῦτα βοᾶν καὶ λέγειν πρὸς ἕκαστον τῶν ἐνταῦθα παρόντων, μικρὸν ὑπαλλάξαντας τὸ προφητικὸν λόγιον· «Ἐπιλάθεσθε, οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, τῶν προτέρων ἁπάντων, λήθην ποιήσασθε τῶν πονηρῶν ἐπιτηδευμάτων· ἀκούσατε καὶ κλίνατε τὸ οὖς ὑμῶν καὶ δέξασθε τὴν ἀρίστην ταύτην νουθεσίαν. «Ἄκουσον, φησίν, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.» 1.9 Ὁρᾷς ὅτι τὰ αὐτὰ καὶ ὁ προφήτης τῇ οἰκουμένῃ πάσῃ ἐπαρῄνεσεν ἃ καὶ ἡμεῖς τήμερον παραινοῦμεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Τῷ γὰρ λέγειν «ἐπιλάθου τοῦ λαοῦ σου», τὴν εἰδωλολατρείαν καὶ τὴν πλάνην εἶπεν αἰνιττόμενος καὶ τὴν πρὸς τοὺς δαίμονας θεραπείαν· «καὶ τοῦ οἴκου, φησί, τοῦ πατρός σου» τουτέστι τῆς προτέρας ἀναστροφῆς ἐπιλάθου, τῆς εἰς ταύτην σε τὴν ἀσχημοσύνην ἀγαγούσης. Ἐκείνων ἁπάντων λήθην ποίησαι καὶ πᾶσαν ἐκείνην τὴν πρόληψιν ἔκβαλε τῆς διανοίας τῆς σῆς· ἐὰν γὰρ τοῦτο ποιήσῃς μόνον καὶ ἀποστῇς τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, τουτέστι τῆς παλαιᾶς ζύμης καὶ τῆς κακίας ἐν ᾖ κατεδαπανήθης καὶ κατηνάλωσάς σου τὴν τῆς ψυχῆς ὥραν μετὰ τῆς τοῦ σώματος, ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. 1.10 Ὁρᾷς, ἀγαπητέ, ὅτι περὶ ψυχῆς ἐστιν ὁ λόγος; Σώματος γὰρ ἀμορφία φυσικὴ οὐκ ἂν εἰς εὐμορφίαν μετασταίη ποτέ, ἐπειδὴ τὰ τῆς φύσεως ἀκίνητα καὶ ἀμετάθετα εἶναι προσέταξεν ὁ δεσπότης. Ἐπὶ δὲ τῆς ψυχῆς τοῦτο εὔκολον καὶ σφόδρα ῥᾴδιον. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ προαιρέσεώς ἐστι τὸ πᾶν καὶ οὐ φύσεως· διὸ καὶ δυνατὸν καὶ τὴν ἄμορφον καὶ σφόδρα δυσειδῆ ἀθρόον βουληθεῖσαν μεταβαλέσθαι καὶ εἰς τὴν ἄκραν εὐμορφίαν ἐπανελθεῖν καὶ εὔμορφον πάλιν γενέσθαι καὶ εὐειδῆ, ὥσπερ πάλιν ῥᾳθυμήσασαν εἰς τὴν ἐσχάτην δυσείδειαν κατενεχθῆναι. «Ἐπιθυμήσει οὖν ὁ βασιλεὺς τοῦ κάλλους σου», ἐὰν ἐκείνων τῶν προτέρων ἐπιλάθῃ τοῦ λαοῦ σου, λέγει, καὶ τοῦ οἴκου τοῦ πατρός σου. 1.11 Εἶδες ἀγαθότητα δεσπότου; Οὐ μάτην ἄρα οὐδὲ εἰκῇ ἀρχόμενος τοῦ λόγου γάμον ἐκάλεσα πνευματικὸν τὰ γινόμενα. Καὶ γὰρ ἐπὶ τοῦ γάμου τούτου τοῦ αἰσθητοῦ οὐκ ἄλλως δυνατὸν τὴν ἀπειρόγαμον ἀνδρὶ συναφθῆναι μὴ τῶν τεκόντων καὶ θρεψαμένων ἐπιλαθομένην καὶ μεταστήσασαν ὁλόκληρον αὐτῆς τὴν γνώμην πρὸς τὸν μέλλοντα αὐτῇ συζεύγνυσθαι νυμφίον. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος εἰς τοῦτον τὸν λόγον ἐμπεσὼν μυστήριον τὸ πρᾶγμα ἐκάλεσεν· εἰπὼν γάρ· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν» καὶ τὴν δύναμιν ἐννοήσας τοῦ γινομένου καὶ ἐκπλαγεὶς ἀνεβόησε λέγων· «Τὸ μυστήριον τοῦτο μέγα ἐστί.» 1.12 Καὶ γάρ ἐστι μέγα ὡς ἀληθῶς· ποῖος γὰρ λογισμὸς ἀνθρώπινος καταλαβεῖν δυνήσεται τοῦ γινομένου τὴν φύσιν, ὅταν γάρ τις ἐννοήσῃ ὅτι ἡ