1

 2

 3

2

παρὰ τοῖς θείοις γράμμασι. Μεταβολῆς γὰρ τῶν προτέρων ἡ σωτηρία ἡ ἡμετέρα δεῖται, ἵνα ἕτεροι παρ' ὅ ἐσμεν γενώμεθα, ἵνα παυσώμεθα ὅπερ ἐσμὲν, ἐναρξώμεθα δὲ ἕτερον βίον, ὃν πρὸ τῆς παραβάσεως κρατοῦντες ἐτυγχάνομεν.

Οὐκ ἦσθα γὰρ τοιοῦτος παρὰ Θεῷ, οἷος ἐκ παίδων γέγονας, οὐδὲ τοιοῦτον ἐκ τῆς θεοποιήτου πλάσεως εἶχες τὸ ἦθος, οἷον ἐκ τῆς ἀνθρωπίνης γενέσεως. Ἄκουσον τοίνυν ὀμνύοντος τοῦ Κυρίου, καὶ φοβήθητι· Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τις ἄνωθεν γεννηθῇ, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ∆ιὸ ἄρξαι βίον καινότερον, κατάλειπε τὸν ἐν ἁμαρτίαις παλαιωθέντα βίον· ὁ χθὲς πόρνος σήμερον γενέσθω σώφρων· ὁ χθὲς ἀμέτρως μεθύων σήμερον γενέσθω νηστευτής· τὸ κακῶς ὕστερον ἐπιγενόμενον ἀπόῤῥιψον, ἵνα τὸ καλῶς ἐξ ἀρχῆς δεδομένον ἐπαναλάβῃς. Μικρόν ἐστιν τὸ ἀτάραχον καὶ ἀόργητον διατελεῖν. Ὁ θέλων κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι, ὀφείλει ὑπὸ πάντων καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων. ∆ιὰ τοῦτο γὰρ οὐδὲ ἀνταποδιδόναι κακὰ τῷ ἠδικηκότι ἐκέλευσεν, ἵνα μὴ ἀνταποδιδοὺς τῷ ἀδικοῦντι, τὴν κατὰ φύσιν ἀπολέσῃς ἠπιότητα. Μὴ τοίνυν γένῃ κατὰ σεαυτὸν φρόνιμος, ὡς δίκαιος ὢν τοῦ ἀμύνασθαι τὸν ἀδικοῦντα. Μέμνησο τῶν ἱερῶν τοῦ Παύλου διδασκαλιῶν· Μὴ γίνεσθε, φησὶ, φρόνιμοι παρ' ἑαυτοῖς, μηδὲ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Οὐκ ἔστι καλὸν ἀντίδικον γενέσθαι, οὐδὲ ὑπὲρ ἑαυτοῦ τὴν δίκην ζητεῖν, ἀλλ' ἐπίῤῥιψον τὴν δίκην σου Θεῷ, τῷ τὴν ἄμυναν ἀοργήτως ἐπάγοντι τοῖς ἀδικοῦσι· Μὴ γὰρ ἑαυτοὺς ἐκδικοῦντες, φησὶν, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.

Μὴ λέγε, Θεὸς ἀνταποδίδωσιν, ἀνταποδώσω κἀγώ· σκέψαι τί σοι Χριστὸς 48.1072 ἐπέδειξεν εἰς κόσμον ἐλθὼν, ἵνα τὸν σωτήριον τῆς ζωῆς ἐπιδείξῃ τύπον, καὶ τοῦτον ζήλωσον, ἵνα σωθῇς. Οὐκ ἦλθε γὰρ κριτὴς, οὐδὲ τοὺς ἐπανισταμένους ἀμυνόμενος· καίτοι γε οὐχ ἑαυτῷ διὰ τῆς ἀνεξικακίας κέρδος μνηστευόμενος, ἀλλὰ τῷ κόσμῳ τὴν σωτηρίαν πραγματευόμενος. Ἡ γὰρ Χριστοῦ ἀνεξικακία τὴν τοῦ διαβόλου θρασύτητα καταβέβληκε, καὶ ἡ τοῦ Κυρίου ἠπιότης τὸν ἄγριον θυμὸν τοῦ Πονηροῦ κατεπάλαισε. Καὶ σὺ τοίνυν τὸν τύπον εἰς μίμησιν προτίθει. Οὐκ ὠργίσθη τοῖς ἐξυβρίσασιν, ἀλλὰ Σαμαρείτης καὶ δαιμονιῶν ἀκούων, ἠπίως καὶ πραέως πρὸς τοὺς λέγοντας ἀποκρίνεται· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου· ὑμεῖς δὲ ἀτιμάζετέ με· ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. Οὐκοῦν καὶ σὺ μὴ ἑαυτὸν ἐκδίκει, ἀλλ' ἀνάμενε τὸν κριτήν. Εἰ γὰρ αὐτὸς ὁ κριτὴς ἐν ἀνθρωπίνῳ σχήματι ἐλθὼν οὐκ ἀνταπέδωκε δυνάμενος, ἀλλὰ ἐξεδέχετο κρίσιν Θεοῦ Λοιδορούμενος γὰρ, φησὶν, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, καὶ σὺ τοίνυν ποίησον οὕτω, καὶ μίμησαι τὸν ∆εσπότην, ὃς καὶ μέχρι σταυροῦ τὴν ἄθεον ὕβριν ἐβάστασε, καὶ τοῖς ἀξίοις ἀπωλείας σωτηρίαν ἐπιπροτείνει. Καὶ γὰρ πρὸς τὸν Πατέρα ἔλεγεν, Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἠδίκησεν ὁ ἀδελφὸς, ἀνάξιος τῆς ἀδελφότητος ὤφθη· ἀλλὰ σὺ μὴ διαφθείρῃς τὴν ἀδελφότητα. Ὁ ἀδελφὸς ἐμιμήσατο τοὺς τοῦ Ἰωσὴφ ἀδελφοὺς, ἀδελφοκτονίαν ὡπλίσατο, ἐχθρὸς ἀνεφάνη ἀντ' ἀδελφοῦ, πονηρίας ἔδειξεν ὑπερβολὴν, οὐδὲν ἀδικούμενος ἀδικεῖ. Ἀλλὰ σὺ τὸ ἐναντίον ποίησον, ἵνα εἴπῃς καὶ σὺ κατὰ τὸν μελῳδὸν ∆αυΐδ· Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός. Νίκα ἐν τῷ ἀγαθῷ τὸν κακὸν, προκαλοῦ αὐτὸν εἰς τὸ ἀγαθὸν, λῦσον τὸν θυμὸν ἠπιότητι, δεῖξον αὐτῷ ὅτι ἀδίκως διώκει τὸν ἐν σοὶ Χριστὸν, οὐκ ἄξιον τοῦ διώκεσθαι σεαυτὸν ἐπιδεικνύων. Ἀλλ' ἀδιόρθωτός ἐστι, καὶ πρὸς τὴν σὴν ἡμερότητα οὐ μεταβάλλεται. Καὶ θηρία μὲν μεταβάλλεται εἰς τὴν τῶν ἀνθρώπων ἡμερότητα, ἐκεῖνος δὲ τῶν θηρίων ἀγριώτερος καθέστηκε.

Μὴ φιλονείκει πρὸς τὸν τοιοῦτον, μηδὲ ἀντιπαρεξάγαγε θυμῷ θυμόν· ἔκκλινον δὲ ὥσπερ τὰς χαλεπὰς τῶν πετρῶν ὁ σοφὸς κυβερνήτης· φύλαξαι δὲ ὥσπερ