1

 2

 3

 4

 5

2

Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Μήτι ἐνεπόδισεν αὐτῷ ἡ στρατεία; Ἀλλὰ τί εἶ; χειροτέχνης εἶ; Καὶ Παῦλος, καὶ σκυλευτὴς τῶν Ἐκκλησιῶν ἦν, καὶ μετὰ ταῦτα γέγονε κήρυξ καὶ ἀπόστολος. Ἀλλὰ τί εἶ; πλούσιος; Καὶ Ἀβραὰμ, καὶ αὐτὸς γυναῖκα εἶχε καὶ τέκνα· Καὶ ἐπίστευσε, φησὶν, Ἀβραὰμ 48.1077 τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Μή τι ἐνεπόδισεν αὐτῷ ὁ πλοῦτος καὶ ἡ γυνὴ, ἢ τὰ τέκνα; Μὴ ἔχεις ἀπολογίαν; Ἰδοὺ ἅπερ προφασίζῃ τρία οὗτος ἔχει, καὶ γυναῖκα καὶ τέκνα καὶ πλοῦτον. Ἀλλὰ τί εἶ; δοῦλος; Καὶ Ὀνήσιμος· καὶ γράφων Παῦλος Φιλήμονι ἔλεγεν· Ὀνήσιμον τόν ποτε ἄχρηστον, νῦν δὲ κἀμοὶ καὶ σοὶ εὔχρηστον. Ἀλλὰ τί εἶ; βασιλεύς; Καὶ ∆αυΐδ· καὶ εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς ἁμαρτίας ἧσπερ ἐποίησε. Μήτι ἐτυράνννησεν ὁ βασιλεύς; μήτι ἀπεφήνατο κατὰ τοῦ προφήτου; οὐχὶ καὶ ἐν τῇ βασιλείᾳ τὴν δουλείαν ὡμολόγει, καί φησιν, Ἥμαρτον τῷ Κυρίῳ; Καὶ ὁ προφήτης ἰδὼν τὴν μετάνοιαν αὐτοῦ, λέγει αὐτῷ· Ὁ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια ὀξυτέρα ἡ συγχώρησις. Μήτι προσέσχεν ἑαυτῷ ὁ βασιλεὺς, καὶ εἶπεν, ὅτι Βασιλεύς εἰμι, πορφύραν περιβέβλημαι, καὶ διάδημα περίκειμαι, καὶ ἔχω τόξα καὶ βέλη καὶ ἀσπίδας καὶ κρανέα καὶ στρατιώτας ὑπερασπιστάς· καὶ τοῦτον τὸν πένητα φοβοῦμαι, καὶ οὐ φονεύω αὐτὸν, ἀλλὰ ἀνέχομαι αὐτοῦ; Ἀλλ' οὐδὲν τούτων εἶπεν· ἀλλ' εἰ καὶ βασιλεὺς ἦν, ᾔδει ὅτι ἥμαρτε, καὶ διὰ τοῦτο μετενόησεν, ἐπειδὴ ᾔδει ὅτι χαλεπὸν ἁμάρτημα ἐποίησε. Μήτι ἐνεπόδισεν αὐτῷ ἡ βασιλεία; Ἀλλὰ τί εἶ; παῖς; Καὶ ὁ ∆ανιὴλ, καὶ λέοντας ἐφίμωσε, καὶ δράκοντα διέῤῥηξε, τὸν Βὴλ κατέστρεψε, καὶ τοὺς πρεσβυτέρους κατέκρινε, τὴν δὲ Σωσάνναν ἔσωσε, καὶ τὸ ἀτελὲς τῆς νεότητος οὐδὲν ἐνεπόδισε τὴν τοσαύτην ἀρετήν. Ἀλλὰ τί εἶ; φιλάδελφος; Καὶ Ἰωσήφ· κἀκεῖνος πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ σωφροσύνην ἐπὶ τῆς Αἰγυπτίας; Τὸν χιτῶνα αὐτοῦ ἔσχισε, τὴν δὲ πίστιν αὐτοῦ οὐ διέῤῥηξε· τὴν ἀναισχυντίαν αὐτῆς ἐνίκησε, τὴν δὲ ἐπιθυμίαν αὐτῆς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τί εἶ; χήρα; Καὶ ἡ Σιδωνία, ἥτις Ἠλίαν τὸν προφήτην ὑπεδέξατο, καὶ ἔθρεψεν ἄρτῳ καὶ ὕδατι· καὶ τὸν αἴτιον τοῦ λιμοῦ λιμὸς οὐ κατέτηξεν. Ἀλλὰ τί εἶ; πόρνη; Καὶ ἡ Ῥαὰβ, ἥτις ἔκρυψε τοὺς κατασκόπους, καὶ μετὰ τὸ παραλαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ τὴν γῆν τῆς ἐπαγγελίας, ἐσώθη καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ τὸ γένος αὐτῆς. Ἀλλὰ τί εἶ; πένης; Καὶ ὁ Λάζαρος, καὶ ἐν τῇ πενίᾳ πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ ὑπομονὴν, καὶ οὐκ ἐδυσπέτησεν ἐν τοσαύτῃ ἀνάγκῃ ὤν! Ἀλλὰ τί εἶ; φιλογύναιος; Καὶ Σαμψών· εἰ γὰρ καὶ προεδόθη ὑπὸ γυναικὸς, ἀλλὰ τὴν ἐκδικίαν παρέσχεν αὐτῷ ὁ Θεὸς, καὶ ἐξεδικήθη ὑπὸ τῶν ἀλλοφύλων. Ἀλλὰ τί εἶ; φιλότεκνος; Καὶ Ἰακώβ. Ὁρᾷς πόσοι ἐσώθησαν; Ἔχεις πίστιν; πάντα ἔχεις· οὐκ ἔχεις πίστιν, βασιλεὺς δὲ εἶ; οὐδέν σε ὠφελεῖ ἡ βασιλεία. Ἀλλὰ τῆς ὑποσχέσεως οὐκ ἐπιλέλησμαι. Ἐκλήθη οὖν ὁ Ἰησοῦς εἰς γάμον. Παραγενομένου δὲ αὐτοῦ, οὐκ εἶχον οἶνον· λέγει αὐτῷ ἡ μήτηρ αὐτοῦ· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, γύναι· οὔπω γὰρ ἥκει ἡ ὥρα μου. Καὶ ταῦτα εἰπὼν ὁ Ἰησοῦς λέγει· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν τὰς ὑδρίας ὕδατος, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. ∆ιὰ τί δὲ εἶπε, Γεμίσατε τὰς ὑδρίας ὕδατος; ἆρα ὁ λόγῳ τὸν οὐρανὸν ποιήσας, καὶ τὴν γῆν θεμελιώσας, καὶ πάντα τὰ ἐν αὐτοῖς, οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους, ὃν φρίσσει καὶ τρέμει πᾶσα ἡ κτίσις ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων, οὐκ ἐδύνατο τὰς ὑδρίας λόγῳ γεμίσαι; Ἀλλὰ λέγει· Ἀντλήσατε ὕδωρ. ∆ιὰ τί; Ἐγὼ λέγω, ἵνα, ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν αἱ ἀντλήσασαι, καὶ οἱ ὦμοι αὐτῶν οἱ βαστάσαντες τὸ ὕδωρ, ἐλέγξωσιν αὐτούς· ἐπεὶ καὶ ἐπὶ τοῦ Λαζάρου τὸ αὐτὸ ἐποίησε. Πρὸ τοῦ παραγενέσθαι ἐπὶ τὸν τόπον, λέγει τοῖς μαθηταῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἔπειτα ὡς ἦλθον αἱ ἀδελφαὶ τοῦ Λαζάρου, καὶ λέγουσιν αὐτῷ, ὅτι Λάζαρος ἀπέθανε, λέγει αὐταῖς· Ποῦ τεθείκατε αὐτόν; Αἱ δέ φασιν· Ἐλθὲ καὶ ἴδε. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Πρὸ μικροῦ ἔλεγες τοῖς μαθηταῖς, ὅτι Λάζαρος ἀπέθανε, καὶ νῦν λέγεις, Ποῦ τεθείκατε αὐτόν;