2
Σκόπησον, Ἄρειε, ποίαν ἀθετεῖς αὐθεντίαν· ἄκουσον αὐτοῦ ἄλλοις ἄλλως δεσποτικῶς διατάττοντος· Σοὶ δώσω, φησὶ, τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ, Σὺ σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Σὺ τὸ τελώνιον ἀφεὶς, ἀκολούθει μοι· Σὺ μὴ φοβοῦ, ἀλλὰ λάλει, διότι ἐγώ εἰμι μετὰ σοῦ· Σοὶ λέγω, λεπρὲ, καθαρίσθητι· Σὺ δραμὼν νίψαι εἰς τὸν Σιλωὰμ, καὶ ἀνάβλε 60.746 ψον· Σὺ, παράλυτε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· Σὺ, θάλαττα, σιώπα, πεφίμωσο· Ὑμεῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· Ὑμεῖς, λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν· Ὑμεῖς, Μαθητεύσατε πάντα τὰ ἔθνη. Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐδὲν τούτων ἔφη· Σοὶ δώσει τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ὁ Πατήρ· σὲ εἰς παράδεισον ἄξει ὁ Πατήρ· σὺ, λεπρὲ, τῷ θελήματι τοῦ Πατρὸς καθαρίσθητι· σὺ παρὰ τοῦ Πατρὸς ἐπίταττε τῇ θαλάττῃ· Σιώπα, πεφίμωσο· ὑμεῖς δεῦτε ὀπίσω μου, καὶ ποιήσει ὑμᾶς ὁ Πατὴρ ἁλιεῖς ἀνθρώπων· ἀλλ' ἐξ αὐθεντούσης ἐξουσίας εἰσὶν αἱ ῥήσεις. Εἰ δέ που τῆς αὐθεντίας αἱ φωναὶ μετριώτεραί εἰσιν, ὡς τὸ, Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου, τὸ τῆς κατὰ φύσεως προστίθησιν αἴτιον· ∆ιὰ τὸν ὄχλον, φησὶ, τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας· τῶν δὲ πρὸς αὐτὸν κεχηνότων πᾶσαν φωνὴν ὑψηλὴν πρὸς αὐτὸν ἐστεφάνουν.
Προσῄει περὶ παιδὸς ἑκατόνταρχος, ὅσον εἶχε δυνάμεως, ἐν εὐφημίαις ἐπαίρων· Κύριε γὰρ, φησὶν, οὐκ εἰμὶ ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς, ἀλλ' εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ κροτούμενος τὸ δῶρον ἐλάμβανεν. Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ἀλλ' ὕπαγε, καὶ ὡς ἐπίστευσας, γενηθήτω σοι. Πάλιν γυνή τις αἱμόῤῥους τῷ τοῦ ∆εσπότου χιτῶνι δοξολογίας προσάγουσα τιμὴν, μήτι γε δὴ τῇ θεότητι, σὺν εὐφημίαις τὸ δῶρον ἐλάμβανεν. Ἐτετίμητο δὲ καὶ ὁ λῃστὴς ἐν παραδείσῳ, ὅτι δὴ βασιλέα κέκληκε σταυρούμενον. Τούτων μείζων μὲν παρ' ἡμῶν τῷ ∆εσπότῃ Χριστῷ κεχρεώστηται πίστις, ὅσῳ καὶ μείζονος μετεσχήκαμεν γνώσεως. Ἔστω δὲ ὅμως, Ἄρειε, τὶ κἂν γοῦν τότε παραπλήσια. Οὐ βούλει μέ τι φρονεῖν τῶν προῤῥηθέντων εἰς Χριστὸν ὑψηλότερον; Πονηρὰ μὲν ἡ γνώμη, μέχρι δὲ τούτου στήτω. Τί καὶ ταπεινοτέρας ὑπαγορεύεις τοῖς αὐτὸν ἐπικαλουμένοις φωνάς; Ἔχω τῶν τότε τοὺς λόγους εἰς εὐχὴν χαρακτῆρας. Οὐ λέγω τῷ Χριστῷ, Κύριε, μνήσθητί μου ἐν τῇ ὑπουργίᾳ σου, ἀλλὰ λέγω φωνὴν, δι' ἧς ὁ λῃστὴς εἰσηκούσθη· Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Οὐ λέγω τῷ Θεῷ Λόγῳ, Κύριε, τῶν τοῦ Πατρὸς δωρεῶν ὑπηρέτα· ὁ γὰρ ἑκατόνταρχος οὐ συγχωρεῖ μοι, βοῶν, ὅτι, Ὁ Κύριος, εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὐ λέγω πρὸς αὐτὸν, Κύριε, ἐὰν αἰτήσῃ παρὰ τοῦ Πατρὸς, σωθήσομαι, γυναικικῆς γὰρ εἰσημάτιον πίστεως σμικροτέραν οὐ προσφέρω θεότητι, Ἄρειε. Οὕτω καλῶ τὸν Υἱὸν, ὡς χαίρει καλούμενος· πρόσειμι μετὰ τοιούτων φωνῶν, μεθ' ὧν αὐτῷ προσελθόντες, ἐπανῆλθον τυχόντες. Εἰ δὲ ὁ λῃστὴς καὶ γυνὴ καὶ στρατιώτης πιστὸς εἰς διδασκαλίαν ἀπαράδεκτοι πίστεως, αἰδέσθητι κἂν τὸν τῶν ἀποστόλων χορὸν, ἔνθα δώρων τῶν ὑπὲρ φύσιν ἐχρῆν ἐπιβοωμένων Χριστόν. Τί φθεγγόμενος Πέτρος ἀνίστησι παράλυτον; Αἰνέα, φησὶν, ἰᾶταί σε Ἰησοῦς Χριστός· καὶ πάλιν ἑτέραν ἐργαζόμενος ἴασιν, Οὐκ ἔστι, φησὶν, ἐν ἄλλῳ οὐδενὶ ὀνόματι ἡ σωτηρία. Τί λέγων Ἀνανίας ἐθεράπευσε Παῦλον; Σαοὺλ, ἀδελφὲ, ὁ Κύριος ἀπέστειλέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ὅπως ἀναβλέψῃς, καὶ πλησθήσῃ Πνεύματος ἁγίου. Τὴν τίνος ἑαυτῷ Παῦλος ἐπηύχετο δύναμιν; Ἥδιστα, φησὶ, καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Τίνα κατὰ τῆς Σαμαρειτῶν τιμωρίας Ἰάκωβος καὶ Ἰωάννης ἱκέτευε; Κύριε, φησὶ, θέλεις εἴπωμεν καταβῆναι πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ ἀναλώσει αὐτούς; Ὁ δὲ τῶν ἀγγέλων χορὸς τί τοῖς ἀνθρώποις περὶ αὐτοῦ παρεδίδου; Αὐτὸς, φησὶ, σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.