2
ἐκείνης ὁ περὶ αὐτὸν δεινὸς ἔρως ἐπηύξανε, καὶ ἔμφυτον τὸ πῦρ τοῦ φίλτρου τὴν καρδίαν αὐτῆς διενέμετο. Καὶ δὴ ἀπατῆσαι τὸν νέον σκεπτομένη διὰ πάντων τῶν ἀπατώντων τὰς ὄψεις τῶν νέων ἐχώρει. τὴν μὲν ὄψιν ὥσπερ λειμῶνα διανθίζουσα, φύκει τὰς παρειὰς ἐρυθραίνουσα, ψιμμυθίῳ δὲ τὸ μέτωπον λευκαίνουσα, καὶ μέλανι τοὺς ὀφθαλμοὺς ὑπογράφουσα, χρυσέοις δὲ κόσμοις τὸν τράχηλον αὐτῆς καὶ τὰς χεῖρας καλλωπίζουσα, καὶ τὴν μαλακὴν αὐτῆς ἐσθῆτα μυρίσμασι διαφόροις καπνίζουσα· καὶ ἦν ἁπλῶς παγὶς θανατηφόρος, διὰ πασῶν τῶν αἰσθήσεων, ὡς ἐνόμιζεν, ἀπατῆσαι τὸν νέον, τὴν μὲν ὄψιν ἐκ τοῦ φαινομένου καλλωπισμοῦ, τὴν δὲ ἀκοὴν ταῖς κολακείαις μαγεύουσα, τὴν δὲ ὄσφρησιν τοῖς μυρίσμασι γοητεύουσα. Ἀλλ' ὅρα μοι γενναίου ἀθλητοῦ 56.588 τὴν ἀνδρείαν· οἶμαι γὰρ ὅτι ὁ Θεὸς συνεχώρει κατὰ τοῦ παιδὸς φέρεσθαι τὸν πειρασμὸν, ἵνα ὁμοῦ τε κρυπτομένην ἀρετὴν ἐν νέῳ φανερώσῃ, καὶ τῇ Ἐκκλησίᾳ παιδευτήριον μέγιστον τὸν ἐκείνου βίον καταλείψῃ. Οὐδὲν γάρ ἐστιν ὑπὸ τῶν πατέρων γεγονὸς ἀγαθὸν, ὃ μὴ ἐν τῇ Ἐκκλησίᾳ ὥσπερ στήλην ὑπόμνημα φέρουσαν τοῦ βίου καθίδρυσεν Θεός. Ὅρα οὖν μοι γενναίου ἀθλητοῦ τὴν ἀνδρείαν, ὅσα ἦν αὐτῷ τὰ μαχόμενα· Ἡ ἰδία νεότης αὐτῷ ἐπολέμει, ἡ ἡδονὴ ἔσωθεν ἐγαργάλιζε, καὶ ἡ γυνὴ ἔξωθεν προσεπάλαιεν τῇ ἐπαγγελίᾳ θωπεύουσα, καὶ τῇ θωπείᾳ κολακεύουσα· τὰ ἐπιπεμπόμενα γύναια ἐμόχλευε, καὶ ἡ κολακεία τὴν ἀκοὴν αὐτῷ καὶ τὴν αἴσθησιν ἔκνιζεν· ἀλλ' οὐδὲν τούτων κατισχῦσαι αὐτοῦ ἠδυνήθη. Οὔτε γὰρ ταῖς κολακείαις χαυνούμενος τὰς ἡνίας ἐνεδίδου, οὔτε ταῖς ἐπαγγελίαις φυσώμενος κατεφρόνει τῆς σωφροσύνης, οὔτε ταῖς ἀπειλαῖς ταπεινούμενος προεδίδου τὸν πλοῦτον τῶν ἀρετῶν· ἀλλὰ πάντα τὰ τοῦ σώματος αὐτοῦ μόρια τῷ σώφρονι λογισμῷ ἐχαλίνου. Καὶ ἐπεὶ οὐκ ἠδυνήθη τὸν νέον διὰ τοσούτων ὀργάνων ἀπατῆσαι τῶν ἐν αὐτῇ, δι' ἑαυτῆς ἐν οἰκίσκῳ τινὶ λαθραίως καὶ βιαίως κατεῖχεν αὐτὸν πρὸς ἄτακτον εὐνήν. Ἦν οὖν ἰδεῖν θέατρον μέγιστον, οὐκ ἐπίγειον, ἀλλ' οὐράνιον. Ἦν γὰρ ὁ Ἰωσὴφ ἐν τῷ σκάμματι τοῦ πειρασμοῦ μαχόμενος· τὸ στάδιον ἥπλωτο, οἱ ἀγῶνες ἐπετελοῦντο, ἡ σάλπιγξ ἐβόα, ὁ ἀγωνοθέτης ἄνωθεν ἐπεῖδε τῇ πάλῃ, καὶ ὁ δῆμος τῶν ἀγγέλων ἐπικεκυφὼς ἐθεώρει· οἱ δαίμονες κάτω τὰ βραβεῖα προετίθουν τῇ Αἰγυπτίᾳ, καὶ οἱ ἄγγελοι ἄνω ἔπλεκον τῷ Ἰωσὴφ τοὺς στεφάνους· τῇ γὰρ Αἰγυπτίᾳ συνέτρεχον δαίμονες, καὶ τῷ Ἰωσὴφ συνέπνεον ἄγγελοι. Πολὺς ἦν ὁ ἀγὼν, τίς τίνα νικήσει· φροντὶς ἦν τοῖς ἀγγέλοις πολλὴ περὶ τοῦ Ἰωσὴφ, μή ποτε ἄρα τὰ μυρίσματα τοῦ γυναίου χαυνώσῃ τὸν νέον, μὴ τὰ μαλακὰ ἱμάτια, μὴ τὸ βλέμμα, μὴ τὸ σχῆμα, μὴ τὸ βῆμα, μὴ ἡ ἀκοὴ, μὴ ἡ θωπεία, μὴ ἡ κολακεία ἐκνευρώσῃ τὸν νέον· πολλὴ ἦν φροντὶς τοῖς ἀγγέλοις, πολλὴ ἡ ἐλπὶς τῶν δαιμόνων. Ὁ Ἰωσὴφ περὶ στεφάνου ἠγωνίζετο, ἡ Αἰγυπτία περὶ αἰσχύνης ἐμάχετο· ὁ μὲν περὶ ζωῆς, ἡ δὲ περὶ θανάτου. Καὶ οἷα ἦν τὰ ὑπὸ Αἰγυπτίας λεγόμενα; Τὰ μὲν ἐν ἀπειλαῖς, τὰ δὲ ἐν κολακείαις· ταῖς μὲν ἀπειλαῖς πτοοῦσα τὸν νέον, ταῖς δὲ κολακείαις μαγεύουσα· καὶ ταῖς μὲν ἀπειλαῖς λέγουσα· ∆έσποινά σού εἰμι, ἀργυρώνητός μου γέγονας· ταύτης ἕνεκα τῆς χρείας μοι πέπρασαι· κἂν ἀντείπῃς, δεσμὰ καὶ φυλακαί σε μενοῦσι, καὶ μετὰ ταῦτα ἀπαραίτητος θάνατος· ἐὰν δὲ πεισθῇς, τιμαὶ, καὶ δορυφορίαι, καὶ παντὸς τοῦ οἴκου μου ἡ ἐξουσία ἐν τῇ χειρί σου δοθήσεται. Ἀλλὰ φοβῇ τὸν ἔλεγχον; ∆υνατὸν λαθεῖν τόν τε ἄνδρα τὸν ἐμὸν καὶ τοὺς ἐν τῷ οἴκῳ· μόνον πείσθητι, μόνον σύνθου τῇ πράξει, καὶ πάντων ἔσῃ δεσπότης. Ταῦτα ἀκούσας ὁ Ἰωσὴφ τῇ Αἰγυπτίᾳ εἶπεν· Ὦ γύναι, δοῦλος μὲν γέγονα οὐδέποτε· εὐγενῶν γὰρ γονέων εἰμὶ ἀπόγονος· Ἀβραὰμ γὰρ καὶ Ἰσαὰκ οἱ τῷ Θεῷ ὁμιλήσαντες ἐμοῦ πάπποι γεγόνασιν, Ἰακὼβ δὲ ὁ μετ' ἀγγέλου παλαίσας ἐμὸς πατήρ· δι' ὃ καὶ θαῤῥῶν σοι παλαίω· πέπραμαι δέ σοι διὰ βασκανίαν ἀδελφῶν· ἀλλ' οὐδὲν βλάψει τὴν τῆς ψυχῆς μου εὐγένειαν τὸ