1

 2

2

γλυκυτέρα, οὐ μόνον ἐν τῷ στόματι τὸ γλυκὺ ἔχουσα, ἀλλὰ καὶ ἐν τῷ βάθει τῆς καρδίας, κεκτεῖσθαι· ἀγάπη πάντων ἁρμόζει, δι' ἧς συνέστηκε μὲν τὰ ἐπίγεια, αὔξει δὲ τὰ ἐπουράνια· ἀγάπη, δι' ἣν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἀπέστειλεν εἰς τὸν κόσμον· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν εἰς τὸν κόσμον ὑπὲρ ἡμῶν· ἀγάπη τὰ ἐκ κινδύνων καὶ κατὰ γῆν καὶ θάλασσαν ὑπομένειν ἐδίδαξεν· ἀγάπη μάρτυρας τελειοῖ, μακαριοῖ, στε 60.776 φανοῖ· ἀγάπη τὸν πλησίον ὡς ἑαυτὸν ὁρᾷ, καὶ τὰ ἴδια πᾶσι κοινὰ ἡγεῖται· ἀγάπη τὴν ἔνδειαν τοῦ πλησίον ἰδίαν τίθεται· ἀγάπη κοινὴν τράπεζαν πᾶσιν ἱστᾷ, πλουσίῳ τε καὶ πένητι, σοφῷ τε καὶ ἰδιώτῃ· ἀγάπη τὴν πεπικρασμένην ψυχὴν γλυκαίνει, τὴν τεθλιμμένην θεραπεύει, τὴν τεταπεινωμένην ἀναθάλλει· ἀγάπη ἄσβεστον λαμπάδα τῆς παρθενίας περιφέρει, καὶ τοὺς ἰδίους περιεργάζεται ζητοῦσα· ἀγάπη τὰς τῆς βασιλείας θύρας ἀνοίγει, καὶ τὴν παρθενίαν στεφανηφόρον εἰσάγει, καὶ τοὺς ἐν σεμνῷ γάμῳ βιοῦντας εἰσελθεῖν οὐ κωλύει· ἀγάπη τὴν ἐλεημοσύνην φιλεῖ, καὶ τῷ αὐτῆς γεωργῷ στεφάνους χρυσαυγεῖς ἑτοιμάζει· ἀγάπη ὑπερηφανίαν οὐκ οἶδε, ταπεινοὺς δὲ δοξάζει· ἀγάπη κακολογίαν φεύγει, καὶ εὐλογίαν δὲ στέργει· ἀγάπη ἄνδρας καὶ γυναῖκας γάμῳ συναφθέντας ὁμονοεῖν συμβουλεύει, χωρίζεσθαι δὲ ἀπ' ἀλλήλων οὔ ποτε θέλει· ἀγάπη τοὺς πατέρας φιλεῖν τὰ τέκνα προτρέπεται, καὶ τὰ τέκνα δουλεύειν ὡς δεσπόταις τοῖς γονεῦσιν· ἀγάπη τοὺς δεσπότας ἐλεήμονας εἶναι παρακαλεῖ πρὸς τοὺς οἰκέτας, καὶ τοὺς οἰκέτας ὑπουργεῖν τοῖς δεσπόταις ἀδόλως παραινεῖ· ἀγάπη τὸν φόβον ἔξω τίθεται, καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν ἐνστερνίζεται· Ἡ γὰρ τελεία ἀγάπη, φησὶν, ἔξω βάλλει τὸν φόβον· ἀγάπη τὸν στέφανον τοῦτον τῶν πατέρων ἔπλεξεν ἡμῖν, καὶ τὸ στέλεχος τῆς ἐλπίδος γλυκὺ καὶ καρποφόρον ἵδρυσεν ἡμῖν, ἀγάπη τὸ ποίμνιον εἰς τὴν μάνδραν τῆς Ἐκκλησίας εἰσάγει, καὶ τὴν χλοηφόρον τοῦ παραδείσου νέμεται τρυφήν· ἀγάπη τὴν πάντων ἡμῶν ἀκοὴν εἰς μίαν φιληκοΐαν δεξαμένη ἐῤῥύθμισε, καὶ τὴν ὑμετέραν γλῶσσαν ἐπλάτυνεν· ἀγάπη τὸ σῶμα παιδεύει, τὸ πνεῦμα θερμαίνει, τὴν ψυχὴν λευκαίνει· ἀγάπη τοὺς τῶν ἀσκητῶν πόνους σεμνύνει, καὶ τοὺς τοῦ Υἱοῦ κόλπους τούτοις γελῶντας ἀνοίγει· εἰς οὓς καὶ ἡμᾶς ὁ πάντων ∆εσπότης ἀξιώσειε, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.