1

 2

 3

2

Ἐκεῖνος τοίνυν οὕτως ἦν ἀκριβὴς καὶ βέβαιος τῆς σωφροσύνης φύλαξ, ὥστε ἐξῆν μὲν αὐτῷ μετὰ ἀσελγείας καὶ πλουτεῖν καὶ τρυφᾷν καὶ τῆς δεσποίνης ἄρχειν, ἀλλ' ὅμως καίτοι τοσούτων καὶ τοιούτων μέλλων ἔσεσθαι κύριος εἵλετο μᾶλλον ἀποθανεῖν ἢ προδοῦναι τὴν σωφροσύνην ἐνθυμηθείς, ὅτι πλοῦτος μὲν καὶ δυναστεία καὶ δόξα τῷ βίῳ τούτῳ συναπαρτίζεται καὶ πρόςκαιρον ἔχει τὸ κέρδος, μόνης δὲ ἀρετῆς οὐ πέφυκεν ἅπτεσθαι τελευτή.

∆ιὰ τοῦτο ταῖς μὲν ἡδοναῖς ὥςπερ τινὰ χαλινὸν τὸν τοῦ Χριστοῦ φόβον ἐπέβαλλε, τοῦ δὲ πλούτου καὶ τῆς τρυφῆς καὶ 578 τῶν ὑποσχέσεων τῆς δεσποίνης κατεγέλασε τὴν ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίαν ἡδίω νομίσας τῶν λαμπρῶν οἰκημάτων· καίτοι τοὺς μὲν εἰς ἄκρον εὐμορφίας ἥκοντας χαλεπὸν κρατῆσαι τῆς ἡδονῆς· ὁ δὲ τοσαύτην βάσανον τῆς ἐγκρατείας παρείχετο, ὡς τῷ κάλλει τῆς ψυχῆς ἀποκρύψαι τὴν ὥραν τοῦ σώματος, ἀστέρι μὲν καλῷ τὴν μορφὴν ἐοικώς, ἀγγέλοις δὲ τὴν ψυχήν. Ἡμᾶς δὲ προςήκει μὴ τὴν σωφροσύνην μόνον τοῦ νεανίσκου θαυμάζειν, ἀλλὰ καὶ τοὺς κινδύνους οὓς ὑπὲρ αὐτῆς ὑπέμεινε φοβερώτερον θανάτου κρίνας τὸ δουλεύειν ταῖς ἡδοναῖς. Γνοίη δ' ἄν τις αὐτοῦ τὴν ἀρετὴν ἀκριβῶς, εἰ τοὺς καιροὺς ἐξετάσειε καθ' οὓς ἐφάνη τηρῶν τὴν ψυχὴν καθαράν· πρὶν γὰρ φανῆναι τῇ γῇ τὸν δεσπότην καὶ δημιουργὸν τοῦ παντὸς ἐλευθέραν παρείχετο τὴν ψυχὴν ἐν οἰκίᾳ δυςσεβῶν τρεφόμενος, πολλοὺς ἔχων τοὺς ἐπὶ τὰ χείρω παρακαλοῦντας, οὐδένα σωφροσύνης διδάσκαλον, πάντας ἡδονῇ δουλεύοντας, τῇ γαστρὶ χαριζομένους, οὐδὲν εὐσεβὲς οὐδὲ ὅσιον ποιοῦντας· ἀλλ' ὅμως τοσούτοις καὶ τοιούτοις κακοῖς κεκυκλωμένος καὶ τὴν ἀκόλαστον δέσποιναν ἐπικειμένην ὁρῶν οὐκ ἐγένετο προδότης τῶν οὐρανίων θησαυρῶν, ἀλλ' ἐτήρησεν ἄσυλον τὸν ναὸν τοῦ πνεύματος μᾶλλον ἑλόμενος ἀποθανεῖν ἢ δουλεῦσαι ταῖς ἡδοναῖς. Οὐκ ἤκουσεν οὗτος τοῦ Παύλου λέγοντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν· ἀλλ' ὅμως πρὶν ἀκοῦσαι τῆς θείας φωνῆς οὐκ ἐλάττων ἐφάνη τῶν τιμηθέντων τοῖς οὐρανίοις παραγγέλμασι διδάσκων ἡμᾶς τοὺς συνεχῶς ἐν ταῖς ἐκκλησίαις ἀγωνιζομένους τούτῳ τῷ λόγῳ, ὅπως προςήκει τὴν ψυχὴν ἀδιάφθορον φυλάττειν.

Εἰ γὰρ ἐγώ, φησὶν ὁ Ἰωσήφ, πρὸ τῆς ἐπιφανείας τοῦ θεοῦ γεγονὼς οὔπω τὸν δεσπότην ἰδὼν δούλου μορφὴν ὑπελθόντα, οὔπω τοῦ κορυφαίου τῶν ἀποστόλων ἀκούσας βοῶντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν, ὅμως πρέπειν ἐνόμισα τοῖς τοῦ θεοῦ δούλοις τὸ κρατεῖν ἡδονῆς καὶ οὐκ ἐφάνην τῆς σωφροσύνης προδότης καίτοι πολλοὺς κινδύνους ἐπηρτημένους ὁρῶν 579 πῶς ὑμᾶς προςήκει μετὰ φόβου καὶ τρόμου σωφροσύνῃ συζῇν, ἵνα μὴ φανῆτε τῆς τιμῆς ἀνάξιοι, ἵνα μὴ τὰ μέλη τοῦ Χριστοῦ μέλη ποιήσητε πόρνης; Τοῦτο τὸ ῥῆμα πᾶσαν δύναται ψυχὴν σωφροσύνῃ τειχίσαι, τοῦτο τὸ ῥῆμα πᾶσαν ἡδονὴν ἐξελαύνει ταχέως, τοῦτο τὸ ῥῆμα φλεγμονὰς ἐπιθυμίας καταψύχει ῥᾳδίως· οὐχ οὕτως ὄμβρος εἰς πῦρ ἐμπεσὼν ῥᾳδίως ἀφανίζει τὴν φλόγα, ὡς ὁ θεῖος οὗτος λόγος εἰς ψυχὴν εἰςελθὼν ἀπομαραίνει ταχέως τὰς πονηρὰς ἐπιθυμίας. Τοὺς αὐτοὺς δύναται λόγους καὶ ὁ μέγας Ἰὼβ ποιεῖσθαι πρὸς ἡμᾶς, ὃς οὐ μόνον ἀκριβὴς ἐφάνη τῆς σωφροσύνης ἀσκητής, ἀλλὰ καὶ νόμον ἔθηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ μὴ βλέπειν εἰς παρθένου πρόςωπον, μή ποτε κάλλος παραφανὲν ἁρπάσῃ τὸν λογισμόν. Καίτοι τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ὁρῶν τὸν ἄνδρα τοῦτον τῷ μὲν διαβόλῳ προςπαλαίοντα γενναίως καὶ πᾶσαν τοῦ πονηροῦ μηχανὴν ἐλέγχοντα, παρθένου δὲ πρόςωπον ὑποφεύγοντα καὶ τοὺς ὀφθαλμοὺς ἀπάγοντα ταχέως ἀπὸ κόρης εὐμόρφου· Τὸν μὲν διάβολον ὁρῶν ἐπερχόμενον οὐκ ἔφευγεν, ἀλλ' ἔμενεν ὥςπερ λέων τῇ δυνάμει θαρρῶν, κόρην δὲ ἰδὼν οὐκ ἔστη οὐδὲ διέτριψε περὶ τὴν θέαν τῆς εὐμορφίας, ἀλλ' ὑπεχώρησε ταχέως, τὸν μὲν πρὸς τοὺς δαίμονας πόλεμον ἀνδρείαν ἀπαιτεῖν νομίζων καὶ θαρσαλέαν ψυχήν, σωφροσύνης δὲ ἄσκησιν οὐκ ἐκ τοῦ κόραις ὁμιλεῖν, ἀλλ' ἐκ τοῦ φεύγειν παρθένους, εὐχερῶς περιγενέσθαι.