1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

ἁμαρτημάτων ἀναίρεσις, ἐκεῖ καταλλαγὴ ∆εσπότου, ἐκεῖ ἑορτὴ καὶ χαρά. Τὸ Πάσχα ἡμῶν, φησὶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ποῦ ἐτύθη, εἰπέ; Ἐφ' ὑψηλοῦ σταυροῦ. Καινὸν καὶ ξένον τὸ θυσιαστήριον, ἐπειδὴ ξένη καὶ παρηλλαγμένη ἡ θυσία. Ὁ αὐτὸς γὰρ καὶ θυσία καὶ ἱερεύς· θυσία μὲν, κατὰ σάρκα, ἱερεὺς δὲ κατὰ πνεῦμα· ὁ αὐτὸς καὶ προσῆγε καὶ προσήγετο. Ἄκουε πάλιν τοῦ Παύλου λέγοντος· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν. Ὅθεν ἀνάγκη ἔχειν τι καὶ τοῦτον, ὃ προσενέγκῃ. Ἰδοὺ τέως προσφέρει. Ἀλλαχοῦ δὲ πάλιν φησίν· Οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας. Ἰδοὺ ἐνταῦθα προσηνέχθη, ἐκεῖ ἑαυτὸν προσήνεγκεν. Εἶδες πῶς καὶ θυσία καὶ ἱερεὺς ἐγένετο, καὶ θυσιαστήριον ἦν ὁ σταυρός; Ἀλλ' ἀναγκαῖον μαθεῖν, τίνος ἕνεκεν οὐκ ἐν τῷ ναῷ ἡ θυσία προσφέρεται, ἐν τῷ ναῷ λέγω τῷ Ἰουδαϊκῷ, ἀλλ' ἔξω τῆς πόλεως, ἔξω τῶν τειχῶν. Ἔξω γὰρ τῆς πόλεως ἐσταυρώθη, καθάπερ τις κατάδικος, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου, ὅτι Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Τίνος οὖν ἕνεκεν ἔξω τῆς πόλεως, ἐφ' ὑψηλοῦ, καὶ οὐχ ὑπὸ στέγην τινά; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο, ἀλλ' ἵνα τοῦ ἀέρος καθάρῃ τὴν φύσιν. ∆ιὰ τοῦτο καὶ ἐφ' ὑψηλοῦ, καὶ οὐκ ἐπικειμένης στέγης, ἀλλ' ἀντὶ στέγης ἐπικειμένου τοῦ οὐρανοῦ, ἵνα καθαρθῇ ὁ οὐρανὸς ἅπαξ, ἐφ' ὑψηλοῦ θυομένου τοῦ προβάτου. Ἐκαθάρθῃ 49.409 οὖν οὐρανὸς, ἐκαθάρθη δὲ καὶ ἡ γῆ. Ἔσταξε γὰρ τὸ αἷμα ἀπὸ τῆς πλευρᾶς ἐπὶ τὴν γῆν, καὶ τὸν μολυσμὸν αὐτῆς ἅπαντα ἐξεκάθηρεν. Ἀλλ' ὑπὸ στέγην μὲν ταύτης ἕνεκεν τῆς αἰτίας οὐ προσφέρεται ἡ θυσία· τίνος δὲ ἕνεκεν οὐχὶ ἐν αὐτῷ τῷ ναῷ τῷ Ἰουδαϊκῷ; Καὶ τοῦτο πάλιν οὐχ ἁπλῶς, ἀλλ' ἵνα μὴ ἰδιοποιήσωνται τὴν θυσίαν οἱ Ἰουδαῖοι, ἵνα μὴ νομίσῃς ὑπὲρ τοῦ ἔθνους ἐκείνου μόνου τὴν θυσίαν προσφέρεσθαι, διὰ τοῦτο ἔξω τῆς πόλεως, ἔξω τῶν τειχῶν, ἵνα μάθῃς ὅτι καθολική ἐστιν ἡ θυσία, ἵνα μάθῃς, ὅτι ὑπὲρ τῆς γῆς ἁπάσης ἐστὶν ἡ προσφορὰ, καὶ ὅτι κοινὸς τῆς φύσεως ἡμῶν ἁπάσης ἐστὶν ὁ καθαρισμός. Τοῖς μὲν γὰρ Ἰουδαίοις διὰ τοῦτο ἐκέλευσεν ὁ Θεὸς πᾶσαν τὴν γῆν ἀφιέναι, καὶ εἰς ἕνα τόπον προσφέρειν, εἰς ἕνα τόπον εὔχεσθαι· ἐπειδὴ πᾶσα ἡ γῆ τότε ἀκάθαρτος ἦν ἀπὸ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν εἰδωλικῶν αἱμάτων, καὶ τῶν ἄλλων μολυσμῶν τῶν Ἑλληνικῶν· διὰ τοῦτο αὐτοῖς ἕνα τόπον ἐπέταξεν. Ἀλλ' ἐλθὼν ὁ Χριστὸς, καὶ τῆς πόλεως ἔξω παθὼν, πᾶσαν τὴν γῆν ἐκάθηρε, πάντα τόπον εὐκτήριον εἰργάσατο. Βούλει μαθεῖν πῶς πᾶσα ἡ γῆ λοιπὸν ναὸς ἐγένετο, καὶ πῶς πᾶς τόπος εὐκτήριος κατέστη; Ἄκουσον πάλιν τοῦ μακαρίου Παύλου λέγοντος· Ἐν παντὶ τόπῳ ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Εἶδες πῶς ἐκάθηρε τὴν οἰκουμένην; εἶδες πῶς πανταχοῦ ἐπαίρειν ὁσίους χεῖρας δυνάμεθα; Πᾶσα γὰρ ἡ γῆ γέγονεν ἁγία λοιπὸν, μᾶλλον δὲ καὶ τῶν παρὰ Ἰουδαίοις ἁγίων ἁγιωτέρα. Πῶς; Ὅτε ἐκεῖ μὲν ἄλογον, ἐνταῦθα δὲ λογικὸν προσήχθη πρόβατον. Ὅσῳ τοίνυν κρεῖττον τὸ λογικὸν τοῦ ἀλόγου, τοσούτῳ πλείων ἐνταῦθα καὶ ὁ ἁγιασμός. Οὐκοῦν ἀληθῶς ἑορτὴ ὁ σταυρός. βʹ. Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα μέγιστον, πᾶσαν ὑπερβαῖνον ἀνθρωπίνην διάνοιαν; Τὸν παράδεισον ἀποκεκλεισμένον σήμερον ἀνέῳξε· σήμερον γὰρ τὸν λῃστὴν εἰσήγαγεν ἐν αὐτῷ. ∆ύο τὰ μέγιστα κατορθώματα, καὶ τὸν παράδεισον ἀνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγεν· ἀπέδωκεν αὐτῷ τὴν ἀρχαίαν πατρίδα, ἐπανήγαγεν αὐτὸν ἐπὶ τὴν πατρῴαν πόλιν. Σήμερον μετ' ἐμοῦ ἔσῃ, φησὶν, ἐν τῷ παραδείσῳ. Τί λέγεις; ἐσταύρωσαι καὶ προσήλωσαι ἐν τῷ σταυρῷ ἥλοις, καὶ παράδεισον ἐπαγγέλλῃ; πῶς οὖν τοιαῦτα χαρίζῃ; Καὶ μὴν ὁ Παῦλος λέγει, ὅτι Ἐσταυρώθη ἐξ ἀσθενείας· ἀλλ' ἄκουε τῶν ἐπαγομένων· Ἀλλὰ ζῇ, φησὶν, ἐκ δυνάμεως Θεοῦ. Καὶ πάλιν ἀλλαχοῦ· Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ∆ιὰ τοῦτο ἐν τῷ σταυρῷ νῦν, φησὶν, ἐπαγγέλλομαι, ἵνα καὶ διὰ τούτου τὴν ἐμὴν καταμάθῃς δύναμιν.