1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

2

τῶν καμίνων. Καθάπερ γὰρ ἐκεῖ παρὰ μὲν τὴν ἀρχὴν οὐ σφόδρα λαμπρόν ἐστι τοῦ πυρὸς τὸ φῶς, ἐπειδὰν δὲ ἁπάντων ἐπιλάβηται τῶν ἐπικειμένων ξύλων ἡ φλὸξ, εἰς ὕψος αἴρεται μέγα· οὕτω δὴ καὶ ἐπὶ τῆς ἡμέρας τότε ἐκείνης τοῦτο συνέβη. Παρὰ μὲν τὴν ἀρχὴν οὐ σφόδρα μοι ὁ σύλλογος οὗτος ἐκεκίνητο· ἐπειδὴ δὲ ὁ λόγος εἰς μῆκος ἐξετάθη καὶ πάντων ἐπελάβετο τῶν ὑποκειμένων, καὶ πλείων ἡ διδασκαλία κατεβλήθη, τότε δὴ, τότε ὑμῖν ἐξεκαίετο τῆς ἀκροάσεως ἡ ἐπιθυμία, καὶ σφοδρότερος ὁ κρότος ἐξεῤῥήγνυτο. ∆ιὰ τοῦτο, καίτοι ἐλάττω τῶν εἰρημένων παρεσκευασμένος εἰπεῖν ὑπερ 49.246 έβην τότε τὴν συμμετρίαν· μᾶλλον δὲ οὐδέποτε τὴν συμμετρίαν ὑπερέβην ἐγώ· τὴν γὰρ ποσότητα τῆς διδασκαλίας οὐ τῷ πλήθει τῶν λεγομένων, ἀλλὰ τῇ διαθέσει τῶν ἀκροωμένων μετρεῖν ἂν πέφυκα. Ὁ μὲν γὰρ ναυτιῶντας λαβὼν ἀκροατὰς, κἂν συστείλῃ τὴν διδασκαλίαν, παρενοχλεῖν δοκεῖ· ὁ δὲ θερμοὺς καὶ διεγηγερμένους καὶ νήφοντας, κἂν ἐκτείνῃ πρὸς μῆκος, οὐδὲ οὕτω τὴν ἐπιθυμίαν ἐμπίπλησιν. Ἀλλ' ἐπειδὴ συμβαίνει εἶναί τινας καὶ ἀσθενεῖς ἐν δήμῳ τοσούτῳ, ἀδυνατοῦντας παρακολουθῆσαι τῷ μήκει τοῦ λόγου, ἐκεῖνο αὐτοὺς παραινέσαι βούλομαι, ἀκούσαντας ὅσα δύνανται δέξασθαι, καὶ τὰ ἀρκοῦντα λαβόντας ἀναχωρῆσαι· οὐδεὶς ὁ κωλύων οὐδὲ βιαζόμενος πέρα τῆς οἰκείας μένειν δυνάμεως· τὸν μέντοι λόγον μὴ ἀναγκαζέτωσαν πρὸ τοῦ καιροῦ καὶ τῆς οἰκείας ὥρας συστέλλεσθαι. Ἐνεπλήσθης γὰρ σὺ, ἀλλ' ὁ ἀδελφός σου ἔτι πεινᾷ· καὶ σὺ μεθύεις τῷ πλήθει τῶν εἰρημένων, ἀλλ' ὁ ἀδελφός σου ἔτι διψᾷ. Μήτε ἐκεῖνος συντριβέτω σου τὴν ἀσθένειαν, ἀναγκάζων πλείω τῆς οἰκείας δέξασθαι δυνάμεως, μήτε σὺ ἐπηρέαζε τῇ ἐκείνου ἐπιθυμίᾳ κωλύων ἅπαν, ὅσον δύναται δέξασθαι, λαβεῖν. βʹ. Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν γίνεται τραπεζῶν· οἱ μὲν θᾶττον, οἱ δὲ βραδύτερον ἐμπίπλανται, καὶ οὔτε οὗτοι ἐγκαλοῦσιν ἐκείνοις, οὔτε ἐκεῖνοι τούτων καταγινώσκουσιν· ἀλλ' ἐκεῖ μὲν τὸ ταχύτερον ἀποστῆναι, ἐγκώμιον, ἐνταῦθα δὲ τὸ ταχύτερον ἀποστῆναι, οὐχὶ ἐγκώμιον, ἀλλὰ συγγνώμης ἄξιον· ἐκεῖ τὸ βραδύτερον παύσασθαι, κατηγορία καὶ μέμψις, ἐνταῦθα τὸ βραδύτερον ἀποστῆναι, ἔπαινος καὶ εὐφημία μεγίστη. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν ἐξ ἀδδηφαγίας ἡ βραδύτης γίνεται, ἐνταῦθα δὲ ἐξ ἐπιθυμίας πνευματικῆς καὶ θείας ὀρέξεως ἡ παραμονὴ καὶ ἡ καρτερία συνίσταται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἡμεῖς δὲ λοιπὸν ἐπὶ τὸ χρέος ἐκεῖνο βαδιούμεθα, ὅπερ ἐξ ἐκείνης ἡμῖν ὑπελείφθη τῆς ἡμέρας. Τί οὖν τὸ λεγόμενον τότε ἦν; Ὅτι μία φωνὴ πᾶσιν ἀνθρώποις ἦν, καθάπερ καὶ φύσις μία, καὶ οὐδεὶς ἑτερόφωνος ἢ ἑτερόγλωσσος ἦν. Πόθεν οὖν ἡ τοσαύτη διαφωνία; Ἀπὸ τῆς ῥᾳθυμίας τῶν λαβόντων τὸ δῶρον· ἅπερ ἀμφότερα τότε εἰρήκαμεν, καὶ διὰ τῆς ὁμοφωνίας τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν δεικνύντες, καὶ διὰ τῆς διαφωνίας τὴν ἀγνωμοσύνην τῶν οἰκετῶν. Ὁ μὲν γὰρ καὶ προειδὼς, ὅτι ἀπολοῦμεν τὸ δῶρον, ὅμως ἔδωκεν· οἱ δὲ ἐμπιστευθέντες κακοὶ περὶ τὴν παρακαταθήκην ἐγένοντο. Εἷς μὲν οὖν ἀπολογίας οὗτος ὁ τρόπος, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλε τῆς δωρεᾶς, ἀλλ' ἡμεῖς ἀπωλέσαμεν τὰ δοθέντα· δεύτερος δὲ μετ' ἐκεῖνον, ὅτι μείζονα τῶν ἀπολωλότων τὰ δοθέντα ὕστερον ἐλάβομεν· ἀντὶ πόνων προσκαίρων ἐτίμησεν αἰωνίῳ ζωῇ, ἀντὶ ἀκανθῶν καὶ τριβόλων τὸν καρπὸν τοῦ Πνεύματος ἐν ταῖς ψυχαῖς ἡμῶν βλαστῆσαι παρεσκεύασεν. Οὐδὲν ἦν εὐτελέστερον ἀνθρώπου, καὶ οὐδὲν γέγονε τιμιώτερον ἀνθρώπου. Τὸ ἔσχατον μέρος τῆς λογικῆς κτίσεως οὗτος ἦν· ἀλλ' οἱ πόδες ἐγένοντο κεφαλὴ, καὶ εἰς τὸν 49.247 θρόνον ἀνηνέχθησαν τὸν βασιλικὸν διὰ τῆς ἀπαρχῆς. Καθάπερ γὰρ ἄνθρωπός τις φιλότιμος καὶ μεγαλόδωρος ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσὶ, λαμπρὰν περιβάλοι στολὴν, καὶ πρὸς τιμὴν ἀγάγοι τὴν ἀνωτάτω· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας ἐποίησε· πάντα ἀπέβαλεν, ὅσα