1

 2

 3

 4

 5

2

γίνῃ πένης ἐκ τῆς τῶν πενήτων μεταδόσεως. Ἐὰν ὁ πένης ἐλεῇ πένητα, πενέστερος οὐ γίνεται, ἀλλ' ἐπαινετέος, καὶ τὴν πενίαν μᾶλλον ἀσφαλίζεται. Ἤκουσας τοῦ Προφήτου λέγοντος· Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους; καὶ πάλιν, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται; Εἰς εὐλογίαν, διὰ τί; Ὅτι ὁ σπείρων ἐπ' εὐλογίας, ἐπ' εὐλογίας καὶ θερίζει· ὃς γὰρ ἐπιμελήσῃ τῶν ἀμφιεσμάτων σου, ἐπιμελήσει καὶ τῆς ψυχῆς σου. Οὐδὲν γὰρ οὕτως ἀμφιέννυσι τὴν ψυχὴν, ὡς τὸ τῆς χήρας καὶ ὀρφανοῦ καὶ πένητος σκέπασμα. Οὐκ ἀφίησι γὰρ τὴν ψυχὴν γυμνὴν ὀφθῆναι τῷ Θεῷ κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν καὶ φρικτήν· ἀλλὰ στολὴν φωτὸς περιβεβλημένη διὰ τῆς ἐλεημοσύνης μετὰ πάσης δόξης φαίνεται τῷ Θεῷ. Λέγει γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου· ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· καὶ τότε ἔσται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. Εἶδες πόσος μισθὸς διὰ μικρὸν ἄρτον ἢ ἕνα ὀβολὸν ἀπόκειταί σοι; ἔγνως πόσον σοι προσάγει φῶς ὁ τῆς ἐλεημοσύνης καρπός; Θέλεις μαθεῖν πόσον θησαυρὸν προεξένησεν ἡμῖν ἡ μικρὰ τῶν πτωχῶν δόσις; βούλει ἰδεῖν τίνες πτωχοὶ πτωχὰ προσάγοντες μεγάλων θησαυρῶν χώραν ἐκληρονόμησαν; Ἄκουσον. Οὐ γὰρ ἀπὸ τῆς Καινῆς ∆ιαθήκης πληροφοροῦμέν σε μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς, ἵνα σὺ διὰ τῆς φιλοπτωχίας κερδάνῃς τὸν οὐράνιον θησαυρόν. Λιμός ποτε κατὰ πᾶσαν τὴν γῆν τοὺς ἀνθρώπους ἐπεβόσκετο, καὶ τοσοῦτος λιμὸς, ὥστε καθ' ἑκάστην ἡμέραν ποταμὸν ἀνθρώπων καὶ ζώων παραδίδοσθαι εἰς θάνατον, οὐκ ἐν ὀλίγῳ χρόνῳ, ἀλλ' ἐν τρισὶν ἥμισιν ὅλοις ἐνιαυτοῖς, ὡς καὶ τὴν γῆν ἅπασαν καταφθαρῆναι. Αἰτία δὲ γέγονε τοῦ κακοῦ ἡ τῶν Ἰσραηλιτῶν εἰδωλολατρεία, καὶ τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ ἡ παρανομία, δι' ἣν ὁ Ἠλίας, ἄνθρωπος ὢν, ἐδυνήθη κλεῖθρα τοῖς οὐρανοῖς ἐπιβαλεῖν, εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Καὶ οὐκ ἔβρεξεν ἐπὶ τὴν γῆν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ. Εἶτα λοιπὸν αἰσθόμενος ὁ παράνομος βασιλεὺς, ὅτι ὁ προφήτης Ἠλίας γέγονε διάκονος τῆς ἀποφάσεως ταύτης, περιήρχετο ζητῶν ἀποκτεῖναι αὐτόν. Ὥστε διὰ τοῦτο ἀποφυγὼν εἰς τὴν γῆν τῶν ἀλλοφύλων ὁ προφήτης εὗρε γυναῖκα χήραν, λείψανον τοῦ λιμοῦ, ὀλίγον ἄλευρον ἔχουσαν καὶ ὀλίγον 60.749 ἔλαιον, ἐν οἷς πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῆς ζωῆς καὶ τῶν τέκνων αὐτῆς εἶχε κρεμαμένην. Καὶ λέγει αὐτῇ ὁ προφήτης Ἠλίας· Ἔνεγκέ μοι μικρὸν ἄρτον ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ οἰκίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσέρχομαι τοῦ ποιῆσαι αὐτὸ ἐμοὶ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. Μή τις ἡμῶν σήμερον εἰς τοσαύτην πενίαν ἐλαύνει; Μὴ γένοιτο. Ἀλλ' ἐκ τοῦ λειψάνου τούτου τοῦ θανάτου ἐποίησεν ἡ χήρα τῷ προφήτῃ πρῶτον ἐγκρυφίαν, καὶ ἐξήνεγκεν αὐτῷ, καταφρονήσασα ἑαυτῆς καὶ τῶν τέκνων αὐτῆς. Καὶ ποίαν ἔλαβεν ἀντιμισθίαν τῆς πενιχρᾶς ταύτης ἐλεημοσύνης; Ἄκουε φανερῶς τί φησιν ὁ προφήτης· Τάδε λέγει Κύριος· Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Ἕως πότε, προφῆτα; Ἕως τοῦ δοῦναι Κύριον ὑετὸν καὶ δρόσον ἐπὶ τὴν γῆν. ∆ιὰ τοῦτο λέγει ὁ προφήτης· Εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται ἐλπὶς αὐτοῦ ἐν καιρῷ ἀβροχίας, καὶ οὐκ ἐλαττωθήσεται οὐδὲ διαλείψει. Καὶ ἐγένετο τὸ ῥῆμα τοῦ προφήτου ἔργον, καὶ οὔτε ἡ ὑδρία ἔλειψεν, οὔτε ὁ καμψάκης ἠλαττόνησε. Μὴ ταύτης πενέστερος εἶ, ὦ ἄνθρωπε; μὴ τοσοῦτος λιμὸς