1

 2

2

λέγων· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ πότε, φησὶν, ἡτοιμάσθη; Ὅτε σὺ τοῖς πένησι τροφὰς καὶ ἐνδύματα παρεῖχες, ὅτε σὺ ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς 62.770 μαρτυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων ἐπετέλεις, ὅτε σὺ εἰς τὸν οἶκόν σου ὑπεδέχου, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου· ὅτε σὺ ταῦτα ἐποίεις, ἐγώ σοι ταύτην τὴν βασιλείαν ἡτοίμαζον. Ὅταν μέλλῃς ἐξέρχεσθαι τοῦ βίου, μὴ περιμένῃς τὴν ξενίαν αὐτῆς· οἰκοδεσπότης προσυπαντᾷ σοι λέγων· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, πῶς οὐδεμία ἀρετὴ συγκρίνεται αὐτῇ ἢ προτιμᾶται. Οὐκ εἶπε γὰρ, ὅτι Παρθενίαν ἐφυλάξατε, ἢ ὅτι δι' ἐμὲ ἐνηστεύσατε· οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ μόνον, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μεγάλη δὲ καὶ ἡ νηστεία, καὶ ἡ παρθενία, καὶ αἱ λοιπαὶ ἀρεταὶ, ἀλλ' οὐδὲν ἴσον τῆς ἐλεημοσύνης. Πρόπεμψόν σου τὸν κόσμον εἰς τὸν ἐκεῖ κόσμον τὸν ἀτελεύτητον, καὶ εὑρήσῃ ἐν τῷ αἰῶνι ἐκείνῳ ταῦτα, ἅπερ ἐνταῦθα παρέχεις, καθὼς καὶ ὁ Κύριος λέγει· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵν', ὅταν ἐκλίπητε, ὑμᾶς δέξωνται εἰς τὰς αἰωνίους σκηνάς. Ὦ φιλία ∆εσπότου, ἡ ἀσυνεσία πλουτούντων· αὐτὸς παρακαλεῖ, καὶ ὁ πλούσιος ὀδυνᾶται. Οὐ συνίης, ἄνθρωπε, τί ἐστι πρόνοια Θεοῦ; οὐκ ἠδύνατο δοῦναι καὶ τῷ πένητι χρήματα ὅσα δέδωκέ σοι, καὶ σὲ πλουτίσαι κἀκεῖνον Θεός; οὐκ ἠδύνατο ὄμβρους χρυσίου κατενέγκαι, καὶ τοὺς πένητας πλουτίσαι; μή σε ἔχει τιμῆσαι ὁ Θεὸς διὰ τὸν πλοῦτον; Νόησον τί σε μέλλει γενέσθαι· βλέπε ἐν τῷ τάφῳ τὰ γεγυμνωμένα ὀστᾶ· τί διαφέρεις ἐκεῖ πλούσιος, ἢ πένης; οὐ πάντες τέφρα; οὐ πάντες κόνις; ποῦ ἐκεῖ βασιλεύς; ποῦ ἄρχων; ποῦ δυνάστης; ποῦ πένης; ὄντως πάντες ἴσοι νεκροὶ, καὶ ὀστέα ἕρποντα, πλῆθος σκωλήκων.

Τί ὑπερηφανεῖς τὸν πένητα, τί βδελύσσῃ τὸν ἀσθενῆ; οὐ θεωρεῖ ὁ Θεὸς κἀκεῖνον, καὶ σέ; οὐκ ἔστι κἀκεῖνος ὁμοίωμά τι αὐτοῦ; Νόησον ὅτι αὐτὸν τὸν πένητα ὁ Θεὸς καλεῖ ἀδελφὸν, καὶ προτιμότερόν σου ποιεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὁ Θεὸς γὰρ ἄδικος οὐκ ἔστιν· οὐκ ἀποστερεῖ τὸν πένητα τὴν αἰώνιον ζωὴν, καὶ βασιλείαν τὴν ἐπουράνιον, εἴ γε ὑπομείνῃ τὴν πενίαν· σοὶ δὲ δύο παραδείσους οὐ δίδωσιν, ἐὰν μὴ προαναπέμψῃς ἐκ τοῦ Θεοῦ δοθέντων σοι χαρισμάτων. Ἐφ' ὅσον γὰρ, φησὶν, οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, οὐδ' ἐμοὶ ἐποιήσατε, ∆εῦρο τοίνυν, ἀκούσωμεν, καὶ πλήρωσον τὰς κοιλίας τῶν πενήτων ἐξ ὧν σοι ὁ Θεὸς ἐχορήγησεν, ἵνα εὕρῃς ἐκεῖ τὰς ἀποθήκας σου γεμούσας. Εἰ γὰρ μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ ἅπαξ, πόσῳ μᾶλλον μακαριώτατος ὁ ἐν αὐτῇ κατοικεῖν ἀξιωθεὶς εἰς τοὺς ἀτελευτήτους αἰῶνας; Μή μοι λέγε, ὅτι οἱ πένητες ἄποροί εἰσι, καὶ οὐκ ἔχουσί τί μοι δοῦναι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὁ ἐγγυητὴς αὐτῶν πλούσιός ἐστι.

Μὴ γὰρ τοὺς πένητας ἀπαίτησαι, ὁ Θεὸς δοῦναί σοι ἐκεῖνος ἀποδίδωσι καὶ τοῖς πένησι τὰς δωρεὰς, ὁ ἐνταῦθα τὴν ζωὴν ἡμῶν κυβερνῶν, καὶ ἐκεῖθεν ἡμᾶς διασώσει, εἴ γε ποιῶμεν τὰ ἀρεστὰ αὐτῷ. Ὁ γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ· κατὰ τὴν προαίρεσιν, λέγει. Ὅπου γὰρ ἀγαθὴ προαίρεσις, ἐκεῖ δαψιλὴς χορηγία. Φοβηθῶμεν τὴν ἡμέραν Κυρίου, ἐν ᾗ ἀποστελεῖ ὁ οἰκοδεσπότης εἰς τὴν **ρίαν τοῦ σίτου, καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ὁ γὰρ οἰκοδεσπότης ὁ Κύριός ἐστιν, οἱ δὲ θερισταί εἰσιν οἱ ἄγγελοι, ὁ σῖτος δὲ οἱ δίκαιοι, τὸ δὲ ἄχυρον οἱ ἁμαρτωλοί. Σπουδάσωμεν οὖν εὑρεθῆναι σῖτος ὥριμος διὰ τῆς ἐλεημοσύνης, ἵνα εἰσέλθωμεν εἰς τὰς αἰωνίους σκηνὰς, ἃς ἡτοίμασεν ὁ ἀναληφθεὶς ἀφ' ἡμῶν· μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.