1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

2

καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται· μένει δὲ πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἐστὶν ἡ ἀγάπη.» Ἀλλὰ γὰρ οὐ τὸ τυχὸν ἡμῖν ξήτημα ὁ περὶ τῆς ἀγάπης ἐπεισήγαγε λόγος. Τὸ μὲν γὰρ προφητείαν καταργηθῆναι καὶ παύσασθαι γλώσσας, χαλεπὸν οὐδέν· εἰς καιρὸν γὰρ τὰ χαρίσματα ταῦτα τὴν ἑαυτῶν χρείαν παρασχόντα ἡμῖν, καὶ παυσάμενα παραβλάψαι τὸν λόγον οὐδὲν δυνήσεται· ἰδοὺ γοῦν νῦν προφητεία οὐκ ἔστιν, οὐδὲ γλωσσῶν χάρισμα, καὶ ὁ τῆς εὐσεβείας οὐδὲν ἐνεποδίσθη λόγος· τὸ δὲ γνῶσιν παύσασθαι, τοῦτό ἐστι τὸ ζητούμενον. Εἰπὼν γάρ· «Εἴτε προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται», ἐπήγαγεν· «Εἴτε γνῶσις καταργηθήσεται.» Εἰ δὴ οὖν μέλλοι ἡ γνῶσις παύεσθαι, οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ' ἐπὶ τὸ χεῖρον ἡμῖν προκόψει τὰ πράγματα· ἄνευ γὰρ ταύτης καὶ τὸ εἶναι ἄνθρωποι παντελῶς ἀπολοῦμεν. «Τὸν γὰρ Θεὸν φοβοῦ, φησί, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος.» Εἰ τοίνυν τοῦτό ἐστιν ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν Θεόν, τοῦτο δὲ ἀπὸ γνώσεως γίνεται, ἡ δὲ γνῶσις μέλλει καταργεῖσθαι, καθώς φησιν ὁ Παῦλος, τότε παντελῶς ἀπολούμεθα, γνώσεως οὐκ οὔσης, καὶ τὰ καθ' ἡμᾶς δὲ πάντα οἰχήσεται καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακεισόμεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐν τούτῳ γὰρ πλεονεκτοῦμεν αὐτῶν, ὡς τοῖς γε ἄλλοις ἅπασι τοῖς σωματικοῖς ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς νικώμεθα. Τί οὖν ἐστιν ὅ φησιν ὁ Παῦλος καὶ περὶ τίνος ὅτι «Ἡ γνῶσις καταργηθήσεται»; Οὐ περὶ τῆς παντελοῦς, ἀλλὰ περὶ τῆς μερικῆς τοῦτό φησι, κατάργησιν τὴν ἐπὶ τὸ βέλτιον πρόοδον λέγων, ὡς τὴν μερικὴν καταργουμένην μηκέτι εἶναι μερικήν, ἀλλὰ τελείαν. Καθάπερ γὰρ ἡ ἡλικία τοῦ παιδίου καταργεῖται, οὐκ ἀφανιζομένης τῆς οὐσίας, ἀλλ' αὐξανομένης τῆς ἡλικίας καὶ εἰς ἄνδρα τέλειον ἐκβαινούσης, οὕτω καὶ ἐπὶ τῆς γνώσεως γίνεται. Ἡ μικρά, φησίν, αὕτη οὐκέτι ἂν εἴη μικρά, διὰ τῶν ἑξῆς γενομένη μεγάλη. Τοῦτό ἐστι τὸ «καταργεῖται» καὶ τοῦτο διὰ τῶν ἑξῆς σαφέστερον ἡμῖν ἐδήλωσεν. Ἵνα γὰρ ἀκούσας ὅτι καταργεῖται, μὴ κατάλυσιν παντελῆ νομίσῃς εἶναι, ἀλλ' αὔξησίν τινα καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν, εἰπὼν «καταργεῖται», ἐπήγαγεν· «Ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται», ὡς μηκέτι εἶναι αὐτὸ ἐκ μέρους, ἀλλὰ τέλειον. Ὥστε τὸ ἀτελὲς αὐτοῦ καταργεῖται, ὡς μηκέτι εἶναι ἀτελές, ἀλλὰ τέλειον. Ἡ τοίνυν κατάργησις αὕτη πλήρωσίς ἐστι καὶ πρὸς τὸ μεῖζον ἐπίδοσις. Καὶ σκόπει μοι τὴν Παύλου σύνεσιν. Οὐ γὰρ εἶπε· Μέρος γινώσκομεν, ἀλλά· «Ἐκ μέρους γινώσκομεν», τοῦ μέρους μέρος κατέχομεν. Τάχα ἐπιθυμεῖτε ἀκοῦσαι καὶ πόσον μέρος κατέχομεν καὶ πόσον ὑπολέλειπται καὶ πότερον τὸ πλέον ἢ τὸ ἔλαττον κατέχομεν. Οὐκοῦν ἵνα μάθῃς ὅτι τὸ ἔλαττον κατέχεις, καὶ οὐχ ἁπλῶς τὸ ἔλαττον, ἀλλὰ τὸ ἑκατοστὸν ἢ τὸ μυριοστόν, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ πρὶν ἢ τὴν ἀποστολικὴν ὑμῖν ἀναγνῶναι φωνήν, ὑπόδειγμα ἐρῶ δυνάμενον ὑμῖν παραστῆσαι, ὡς ἐξ ὑποδείγματος δυνατόν, πόσον ὑπολέλειπται καὶ πόσον ἐστὶν ὃ κατέχομεν νῦν. Πόσον τοίνυν ἐστὶ τὸ μέσον τῆς μελλούσης ἡμῖν δοθήσεσθαι γνώσεως καὶ τῆς παρούσης νῦν; Ὅσον ἀνδρὸς τελείου πρὸς παῖδα θηλάζοντα τὸ μέσον· τοσαύτη γὰρ τῆς μελλούσης γνώσεως πρὸς τὴν παροῦσαν ἡ ὑπεροχή. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ τοσοῦτον ἐκείνη μείζων ταύτης ἐστίν, αὐτὸς λεγέτω πάλιν ὁ Παῦλος. Εἰπὼν γάρ· «Ἐκ μέρους γινώσκομεν» καὶ βουλόμενος δεῖξαι ἐκ πόσου μέρους καὶ ὅτι τὸ βραχύτατον νῦν κατέχομεν, ἐπήγαγεν· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου», νηπίου μὲν ἕξει τὴν παροῦσαν γνῶσιν, ἀνδρὸς δὲ τελείου τὴν γνῶσιν τὴν μέλλουσαν παραβάλλων. Καὶ οὐκ εἶπεν· Ὅτε ἤμην παῖς παῖς γὰρ καὶ ὁ δωδεκαέτης λέγεται, ἀλλά· «Ὅτε ἤμην νήπιος», τὸν ὑπομάζιον καὶ ἔτι γαλακτοτροφούμενον καὶ θηλάζοντα ἡμῖν ἐμφαίνων. Ὅτι γὰρ τοῦτον ἡ Γραφή φησι νήπιον, ἄκουσον τοῦ ψαλμοῦ λέγοντος· «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ