1

 2

2

ψαλμῳδίας κυριεύῃ ποτέ. Ὡς φωτὸς φανέντος, ὑποχωρεῖ τὸ σκότος, οὕτω καὶ ἀπὸ ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. ∆εθήτω λοιπὸν θυμὸς, ὡς τύραννος, ἐν δεσμοῖς πραότητος· μηδέποτε καταδέξῃ τὸν πρὸς σὲ τὸν πλησίον καταλαλοῦντα, μᾶλλον δὲ λέγε πρὸς αὐτὸν, Παῦσαι, ἀδελφὲ, ἐγὼ καθ' ἡμέραν ἐν χαλεπωτέροις πταίσμασι πταίω, καὶ πῶς ἐκεῖνον κατακρῖναι δυνάμεθα; Ψεῦδός ἐστιν ἀγάπης ἀφανισμὸς, ἐπιορκία δὲ 62.760 Θεοῦ ἄρνησις· φόβον Θεοῦ κτησάμενος ἐδίωξε ψεῦδος, δικαστὴν ἔχων τὴν ἰδίαν συνείδησιν. Λέοντα ὁ κολακεύσας πολλάκις ἡμέρωσεν. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστιν ὁ μετὰ ἐλαίου σβεννύων τινὰ ἐμπρησμόν. Νευροῦται γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, γινώσκων εἰς ἅπαν τὴν ἰδίαν ἀδυναμίαν. Μὴ εὔχου ἐν σεσοφισμένοις ῥήμασιν, ἀλλ' ἐξ ὅλης ψυχῆς, καὶ ταπεινώσεως καρδίας· πρὸ πάντων δὲ λέγε, Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Ἡμῖν πίστις ἀκλινὴς καὶ ἀγάπη Θεοῦ περικόπτει φροντίδας· θανάτου δὲ μνήμη ἀπαρνεῖται καὶ σῶμα. ∆ιὰ μικροῦ τινος πυρὸς πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μιᾶς ἀρετῆς ὅλα τὰ πάθη ἔφυγον. Ὁ Θεῷ παρίστασθαι λογιζόμενος ἐν αἰσθήσει καρδίας, ἐν προσευχῇ γενοῦ στῦλος ἀκλόνητος, ὑπ' οὐδενὸς τῶν βιωτικῶν φροντίδων ἐμποδιζόμενος. Εἴ τις ἁγνὸν σῶμα βούλεται παραστῆσαι τῷ Χριστῷ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγκράτειαν. Τούτων γὰρ χωρὶς ἢ σῶμα ἢ νοῦν καθαρὸν παραστῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσι τοῦ βίου δονούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ἰσχυρῶς δήσαντι, καὶ ὀξέως περιπατεῖν δοκιμάζοντι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ. Ἀμήν.