1

 2

 3

 4

 5

2

ἀπελαύνει ταχέως· οὕτως ὁ χρηστὸς καὶ πρᾶος τὴν ταραχὴν καὶ τὴν μάχην εἰς εἰρήνην καὶ ἡσυχίαν μεταῤῥυθμίζει ταχέως. Ἄξιον τοίνυν κἀκεῖνο ἐπισημήνασθαι, ὅτι μόνους τοὺς εἰρηνικοὺς τὸν τρόπον υἱοὺς εἶναι τοῦ Θεοῦ φησιν ὁ Χριστός. Τίνος οὖν ἕνεκα τῆς προσηγορίας τῆς οἰκείας μόνοις ἐπιεικέσιν μετέδωκεν; Ὅτι μόνος ὁ φιλίας καὶ εἰρήνης αἴτιος τοῖς ἄλλοις καθιστάμενος, τὸν Υἱὸν τοῦ Θεοῦ μιμεῖται κατὰ δύναμιν. Ἐκεῖνος μὲν γὰρ ὡς Θεὸς καὶ τῶν ὅλων κύριος τοὺς ἁγίους ἀγγέλους ἐκπεπολεμωμένους τοῖς ἀνθρώποις εἰς φιλίαν συνεκέρασεν, ἐπιφανεὶς ἡμῖν διὰ τῆς θείας αὐτοῦ σαρκός· χρηστὸς δὲ ἄνθρωπος ἀδελφοὺς καὶ συγγενεῖς καὶ οἰκείους πολεμοῦντας ἀλλήλοις, αἰδεῖσθαι πείθει τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὴν ἔχθραν ἀποῤῥίψαντας φιλεῖν ἀλλήλους κατὰ τὸ θεῖον ἐπίταγμα. Καὶ μὴν, ὅπερ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὰ νεῦρα, τοῦτο χρηστὸς ἄνθρωπος ἐν οἰκίᾳ καὶ ἐκκλησίᾳ καὶ πόλει. Σῶμα μὲν γὰρ καὶ μέλη ἀλλήλων ἔθος ὀνομάζειν τῷ Παύλῳ τοὺς ἀδελφούς· ὁ δὲ τοὺς διεσπασμένους καὶ μαχομένους εἰς φιλίαν ἄγων, ἐβεβαίωσε τοῦ Παύλου τὸν λόγον, πείθων ἅπαντας μὴ ἀγνοεῖν τὰ μέλη, μηδὲ κατεσθίειν ἀλλή63.552 λους. Οὐκοῦν ἀληθὴς ὁ λόγος ἐκεῖνος· ὥστε τὴν αὐτὴν ἔχει δύναμιν ἐν ἐκκλησίᾳ καὶ οἰκίᾳ καὶ πόλει ὁ τῆς εἰρήνης αἴτιος τοῖς ἀδελφοῖς καθιστάμενος, ἣν ἔχει δύναμιν ἐν τοῖς σώμασι τὰ νεῦρα, συγκολλῶν καὶ συνάπτων τοὺς διεσπασμένους καὶ πολεμοῦντας ἀλλήλοις. Ταύτην μέντοι λαμβάνει τὴν δύναμιν ἐπὶ τῶν ἄλλων ἕκαστος, ὅταν αὐτὸς φανῇ πρῶτος ἐπιεικείᾳ συζῶν· ὁ δὲ ῥᾳδίως εἰς ὀργὴν ἐκφερόμενος, καταγέλαστος εἶναι δόξειεν ἂν τοῖς πολλοῖς, ὅταν ἐπιχειρῇ τοὺς θυμουμένους πραΰνειν. Τί γὰρ ἂν γένοιτο χεῖρον ὀργῇ δουλευόντων ἀνθρώπων; τίς δὲ τὸν τοιοῦτον ὁρῶν, οὐκ ἀποστρέφει τοὺς ὀφθαλμούς; Ἀνὴρ ὀργίλος ἀηδὴς μὲν τοῖς ἀπαντῶσιν, ἀηδὴς δὲ τοῖς γείτοσι, κἂν εἰς χρείαν καταστῇ χρημάτων, οὐ ῥᾳδίως εὐπορεῖ τῶν κουφιζόντων τὴν πενίαν· κοινός ἐστι πολέμιος καὶ πολιτῶν καὶ ξένων, βοῶν καὶ κεκραγὼς, πληγὰς τοῖς ἀπαντῶσιν ἐντείνων, ῥητὰ καὶ ἄῤῥητα λέγων· τῷ τοιούτῳ τὸ βλέμμα ταράττεται, τὸ πρόσωπον οἰδαίνει, ἡ γλῶσσα λυσσᾷ, ῥᾳδίως αἱ χεῖρες ἐπὶ πάντα φέρονται, τὰ τῶν δαιμονώντων ὁ τοιοῦτος ἐργάζεται· καί τις ὁρῶν θυμούμενον ἄνθρωπον, ἀπορήσειεν ἂν εἴτε ὁ δαίμων ἐλαύνει τὸν ἄθλιον, εἴτε ἑκὼν εἰς τοσαύτην ἐξηνέχθη μανίαν. Ὀργὴ δαίμων ἑκούσιος, αὐθαίρετος μανία, ἐρημία φρενῶν· ὁ θυμούμενος τοῦ διαβόλου παίγνιον, ἐργαστήριον δαιμόνων, τῆς ἐκείνων πονηρίας ὑπηρέτης ἄξιος. Εἰπέ μοι, τί μάλιστα βούλονται τοὺς ἀνθρώπους οἱ δαίμονες ἐργάζεσθαι; οὐχὶ γονέας ὑβρίζειν; οὐχὶ τὰς μιαρὰς χεῖρας τοῖς γεγεννηκόσιν ἐπάγειν; οὐχὶ βλασφημεῖν τὸν Θεόν; Ταῦτα τοίνυν ἅπαντα τῶν θυμουμένων ἔργα. Ὥστε καὶ ἀσεβείας ὁ θυμὸς ῥᾳδίως αἴτιος γίνεται τοῖς ὀργῇ δουλεύουσιν· οὐδὲ γὰρ κρατεῖν ἑαυτοὺς δύνανται ταχέως οἱ δεδωκότες ἑαυτοὺς τῷ θυμῷ· ἀλλ' ὥσπερ ἐν χειμῶνι καὶ ζάλῃ θαλάττης, κυβερνήτου μὴ παρόντος, παραλαμβάνοντα τὰ κύματα τὴν ναῦν ἔρημον ὑποβρύχιον ποιεῖ ταχέως· οὕτως ὁ θυμὸς ὥσπερ τις σκηπτὸς καὶ χειμὼν ἐμπεσὼν τῇ ψυχῇ, ἔκφρονα καὶ παραπλῆγα ποιεῖ ταχέως τὸν αὐτῷ δουλεύοντα. Τί οὖν, εὖ φρονούντων ἀνθρώπων ἐστὶ προαναστέλλειν τὸ νόσημα, καὶ πρὶν εἰς ὀργὴν ἐξενεχθῆναι, κατέχειν τὴν ψυχὴν, καὶ ταῖς ἀπὸ τῆς Γραφῆς νουθεσίαις κοιμίζειν τὸν θυμόν. Εἰ γὰρ τῶν γοήτων ἐπῳδαῖς εἴκει τὰ θηρία ῥᾳδίως, τί θαυμάζεις εἰ τὰ λόγια τοῦ Χριστοῦ ψυχὴν ἀγριαίνουσαν εἰς γαλήνην καὶ ἰσοψυχίαν μεταῤῥυθμίζει ταχέως; Πᾶσα, φησὶ, πικρία καὶ ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς· ἐάν τις πρός τινα ἔχῃ μομφὴν, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Ὁρᾶτε οἷός ἐστιν ὁ πρᾶος; τίνος