1

 2

2

καὶ ἄρτι αἰσχύνῃ; Ὢ ποῖον, ἀγαθὲ, ∆εσπότην ἔχοντες καὶ ἡμεῖς ἀμελοῦμεν καὶ οὐκ ἐπιστρέφομεν; Ὁ Χριστὸς συμβουλεύει, Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, καὶ τὸν πλησίον σου ὡς ἑαυτὸν ἀγάπα· γενοῦ ἥμερος, ἀγαθὸς, ἐλεήμων, μακρόθυμος· γενοῦ ἄμαχος, εἰρηνικὸς, ἵνα καταξιωθῇς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ οὐδείς ἐστιν ὁ συνιὼν, οὐδεὶς ὁ ὑπακούων, οὐδεὶς ὁ προσέχων, ἀλλὰ πάντες ῥᾳθυμοῦμεν. Συμβουλεύει δὲ ὁ διάβολος τὰ ἐναντία, λέγων· Γενοῦ μοιχὸς, φόνευσον, ἐπιόρκησον, κλέψον, γενοῦ ἀπάνθρωπος, βλάσφημος, ἀνελεήμων, ἄσπλαγχνος, φθορεύς· γενοῦ φιλάργυρος, μισάνθρωπος, μᾶλλον δὲ μισόθεος· γενοῦ πανοῦργος, ἀδικητὴς, πλεονέκτης· γενοῦ ἅρπαξ, κατάλαλος, μυθολόγος, λοίδορος, ἐπίορκος. Καὶ οἴδαμεν ὅσοι τὰ τοιαῦτα πράττοντες ὑπακούομεν· ὅτι ὥσπερ δοῦλοι δεδεμένοι χεῖρας καὶ πόδας, οὕτω τρέχομεν καὶ ὑποτασσόμεθα τὴν φύσιν.

Ἰδοὺ ἡμεῖς πᾶσαν τὴν νεότητα ἡμῶν μετὰ δαιμόνων ἀνηλώσαμεν· ἰδοὺ ἐγηράσαμεν, καὶ συνειθίσαμεν ἐν ἁμαρτίαις. Τὸ ἀγαθὸν πρᾶξαι μὲν οὐ δυνάμεθα, ὅπως τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν· ὁ δὲ διάβολος προξενεῖ τὸ πῦρ καὶ τὴν κόλασιν αἰώνιον, καὶ ἡμεῖς πρὸς τὸν διάβολον τρέχομεν. Τί σοι ποιήσομεν, ἄνθρωπε; τί θέλεις; τί ἐπιθυμεῖς; τὸ εἶναι μετὰ τοῦ Χριστοῦ, ἢ τὸ εἶναι μετὰ τῶν δαιμόνων; Ἐπιθυμεῖς εἶναι μετὰ τοῦ Χριστοῦ; κἂν τοῦ λοιποῦ παῦσαι τοῦ τρυφᾷν, παῦσαι τοῦ σπαταλᾷν, παῦσαι τοῦ πορνεύειν, παῦσαι τοῦ κλέπτειν, παῦσαι τοῦ μεθύσασθαι, παῦσαι τοῦ ἁρπάζειν τὰ ἀλλότρια, παῦσαι τοῦ καταγελᾷν, τοῦ ψεύδεσθαι, τοῦ μετεωρίζεσθαι. Μηδείς σε ἀπατάτω· οὐδεὶς γὰρ τῶν τοιούτων εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ ἐπιθυμεῖς τοῦ εἶναι μετὰ 62.740 τῶν δαιμόνων, εἰ τὴν γέενναν τοῦ πυρὸς εἰσελθεῖν, κἂν πράττῃς ὡς θέλεις, πολιτεύου ὡς βούλῃ, ὁ κωλύων οὐδείς· ἀπόλαβε τὸν κόσμον, καὶ τὰς αἰσχρὰς ἐπιθυμίας αὐτοῦ, τὴν πορνείαν, μοιχείαν, μέθην, ἀκρασίαν, καὶ πᾶσαν ἡδονὴν δαιμονικήν· ὁ ἐμποδίζων οὐδείς. Σὲ γὰρ Εὐαγγέλια οὐ πείθει, νόμος οὐ σωφρονίζει, προφῆται οὐκ ἐπισκήπτουσιν, ἀπόστολοι οὐ δυσωποῦσι, πατέρων νουθεσίαι οὐκ ὠφελοῦσι, συνοδία ἀδελφῶν οὐκ ἀποτρέπει· ἀπανῃσχύντησας πάντως, ὄψις πόρνης ἐγένετό σοι. Λοιπὸν ἀπόλαβε τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· ἐκεῖ μὲν οὖν μηδὲ σωτηρίαν, μηδὲ κληρονομίαν ἐν τῇ μελλούσῃ τοῦ Χριστοῦ ἡμέρᾳ μὴ προσδόκησον. Ἐκφεύξεταί σοι γὰρ τότε ἡ ὥρα, ὅταν γυμνὸς καὶ τετραχηλισμένος παραστήσῃ τῷ βήματι τοῦ Χριστοῦ, ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων θεατριζόμενος. Ἐκεῖ φανήσῃ, οἷος εἶ· ἐκεῖ ἐλεγχθήσεταί σου πᾶσα ἡ ἀδικία· ὁ Θεὸς οὐ χλευάζεται· καὶ τότε ἀκούσεις τῆς ὀδυνηρᾶς ἐκείνης φωνῆς· ∆ήσατε αὐτοῦ τὰς χεῖρας καὶ πόδας, καὶ ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τίς λοιπὸν οὐ θρηνήσει τὸν τοιοῦτον; τίς οὐ κλαύσει τὸν διὰ τὴν ἀπόλαυσιν πρόσκαιρον αἰωνίως βασανιζόμενον;

Μὴ πλανᾶσθε; Θεὸς οὐ μυκτηρίζεται· γέγραπται γὰρ, ὅτι Οὔτε πόρναι, οὔτε μοιχοὶ, οὔτε λοίδοροι, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὔτε ἄδικοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε εἰδωλολάτραι, οὔτε βλάσφημοι, οὔτε φιλάργυροι, οὔτε τις τῶν τοιούτων ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ταῦτα πάντα ἐννοοῦντες, ἀδελφοὶ, τῶν τοιούτων πονηρῶν πράξεων ἀπεχώμεθα, καὶ ἐξ ὅλων τῶν ψυχῶν μετανοῆσαι μὴ βραδύνωμεν, ἵνα καὶ φύγωμεν ἀπὸ τῆς μελλούσης ὀργῆς, καὶ τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν ἐφικώμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.