1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

πολλῷ τούτων μείζονα τέθεικε· φησὶ γὰρ, Ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐντεῦθεν οὐδὲν ἠδύνατο χωρίσαι τὸν μακάριον ἐκεῖνον ὑπὸ τῆς ἀγάπης πυρπολούμενον, οὐκ οὐρανὸς, οὐ γῆ, οὐ θάλασσα, οὐ τὰ ἐν τοῖς οὐρανοῖς βασίλεια, οὐ τὰ ἐν ᾅδου κολαστήρια· πάντων γὰρ ὑπερεώρα διὰ τὸν Χριστόν. Εἰ δὲ καὶ τοὺς ἄλλους ἐξετάσαιμεν ἁγίους, πάντας εὑρήσομεν δι' ἀγάπην εὐαρεστήσαντας. βʹ. Ἡ ἀγάπη δείκνυσί σοι τὸν πλησίον ὡς σεαυτὸν, καὶ χαίρειν σε διδάσκει ἐπὶ τοῖς ἐκείνου καλοῖς, ὥσπερ ἐπὶ τοῖς σοῖς, καὶ φέρειν αὐτοῦ τὰ ἐλαττώματα, ὥσπερ καὶ τὰ σά. Ἡ ἀγάπη ἓν σῶμα τοὺς πολλοὺς ἀπεργάζεται, καὶ Πνεύματος ἁγίου δοχεῖα τὰς τούτων κατασκευάζει ψυχάς· οὐ γὰρ διῃρημένοις ἀλλήλων, ἡνωμένοις δὲ κατὰ ψυχὴν τὸ τῆς εἰρήνης ἐπαναπαύσεται Πνεῦμα. Ἡ ἀγάπη κοινὰ ποιεῖ πᾶσι τὰ ἑκάστου ὑπάρχοντα, καθώς φησιν ἡ βίβλος τῶν Πράξεων· Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε. Ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίᾳ λίθων εὐμεγεθῶν ὠχυρωμένον, ἀπόρθητον γίνεται ταῖς τῶν ἐχθρῶν ἐφόδοις, ὡς τὸ σύστημα τῶν ἀλλήλους ἀγαπώντων, καὶ ἐν ὁμοφροσύνῃ περιεσφιγμένων; Καὶ αὐτὰς τοῦ διαβόλου προσβολὰς ἀποκρούεται· καὶ μάλα εἰκότως. Οἱ γὰρ μετ' ἀλλήλων κατ' ἐκείνου παρατασσόμενοι, καὶ μὴ μετ' ἐκείνου κατ' ἀλλήλων ἱστάμενοι, ἀήττητοι γίνονται τοῖς αὐτοῦ μηχανήμασι, τὰ λαμπρὰ τῆς ἀγάπης ἐγείροντες τρόπαια. Καὶ καθάπερ αἱ τῆς λύρας νευραὶ, πολλαὶ μὲν οὖσαι, εἰς μίαν δὲ νεύουσαι συμφωνίαν, τερπνότατόν τι μέλος ἠχοῦσιν· οὕτως οἱ πρὸς μίαν συγκεκραμένοι γνώμην, εὔηχον ἀνακρούονται τῆς ἀγάπης τὸν φθόγγον. ∆ιὰ τοῦτο συμβουλεύει ὁ Παῦλος τὸ αὐτὸ φρονεῖν, καὶ λέγειν, καὶ ἀλλήλους ἡγεῖσθαι ὑπερέχοντας ἑαυτῶν, ὥστε μὴ τῇ φιλοτιμίᾳ διαλύεσθαι τὴν ἀγάπην, ἀλλὰ τὴν τιμὴν ἀντιπαραχωροῦντας ἀλλήλοις, ἐν ὁμονοίᾳ διάγειν. Καὶ πάλιν φησί· ∆ι' ἀγάπης δουλεύετε ἀλλήλοις. Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ὁ ἀγαπῶν οὐκ ἐπιτάττειν βούλεται μόνον, ἀλλὰ καὶ ἐπιτάττεσθαι· καὶ χαίρει μᾶλλον ἐπιταττόμενος, ἤπερ ἐπιτάττων. Ὁ ἀγαπῶν χαρίζεσθαι βούλεται μᾶλλον, ἢ χάριν λαμβάνειν· θέλει γὰρ ὀφειλέτην ἔχειν τὸν φίλον, ἤπερ αὐτὸς ὀφείλειν ἐκείνῳ. Ὁ ἀγαπῶν καὶ βούλεται χαρίζεσθαι τῷ ἀγαπωμένῳ, καὶ οὐ βούλεται δοκεῖν χαρίζεσθαι, καὶ ἄρχειν αὐτὸς εὐεργεσίας, καὶ μὴ δοκεῖν ἄρχειν εὐεργεσίας. Τάχα τινὲς ἀγνοοῦσι τὸ λεχθέν· οὐκοῦν δι' ὑποδείγματος αὐτὸ ποιήσω σαφές. Ἔμελλεν ὁ φιλάνθρωπος ∆εσπότης τὸν Υἱὸν αὐτοῦ χαρίζεσθαι ὑπὲρ ἡμῶν· ἀλλ' ἵνα μὴ δόξῃ χαρίζεσθαι, 56.282 ἀλλ' ὀφειλὴν ἀποδιδόναι, προσέταξε τῷ Ἀβραὰμ δοῦναι τὸν υἱὸν αὐτοῦ, ἵνα τοῦτο καὶ αὐτὸς ποιῶν, μὴ ὡς χάριν διδοὺς, ἀλλ' ὡς χρέος ἀποδιδοὺς εὑρεθῇ διὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος. Οἶδα ὅτι ξένον φαίνεται τοῖς πολλοῖς τὸ λεχθέν. Τὸ δὲ αἴτιον, ὅτι περὶ πράγματος διαλέγομαι τὸν οὐρανὸν οἰκοῦντος νῦν. Ὥσπερ γὰρ εἰ ἔλεγον περί τινος φυτοῦ ἐν Ἰνδίᾳ τικτομένου, καὶ οὗ μηδεὶς πεῖραν ἔλαβεν, οὐκ ἂν ἴσχυσεν ὁ λόγος παραστῆσαι, κἂν μυρία περὶ αὐτοῦ ἔλεγον· οὕτω καὶ νῦν ὅσα ἂν εἴπω, μάτην ἐρῶ· οὐ γὰρ συνιοῦσί τινες τὰ λεγόμενα. Ἐν οὐρανῷ γὰρ, ὡς ἔφην, τοῦτο πεφύτευται τὸ φυτόν. Ἀλλ' ἐὰν θέλωμεν, καὶ παρ' ἡμῖν αὐτὸ φυτευθῆναι δυνατόν. ∆ιὰ τοῦτο γὰρ ἐδιδάχθημεν λέγειν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· Γενηθήτω τὸ θέλημά σου ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. γʹ. Μὴ τοίνυν ἀδύνατον εἶναι νομίσωμεν τὸ τοιοῦτον ἀγαθὸν κτήσασθαι.