2
διαζεύξας· ἔδησεν 60.760 ἑαυτὸν Ἰούδας τῷ σχοινίῳ τῆς προδοσίας, καὶ ἔλυσε τὴν ἑαυτοῦ ἄρνησιν Πέτρος διὰ τῆς μετανοίας· ἔδησε καὶ Παῦλος ἑαυτὸν διώκων τὴν Ἐκκλησίαν, ἀλλὰ πάλιν ἔλυσε ἑαυτὸν ἐπεγνωκὼς ἐν τῇ ὁδῷ τὴν ὁδὸν τῆς ἀληθείας.
Πολλὰ δὲ καὶ οἱ προφῆται ἔδησαν, καὶ ἔλυσαν. Ἔδησεν Ἠλίας ὁ Θεσβίτης τὰς ὀμβροτόκους νεφέλας, μὴ διδοὺς τὸν ὑετὸν τοῖς ἀσεβέσι, καὶ ἔλυσεν αὐτὰς πάλιν, τοῦ βασιλέως αὐτῷ Ἀχαὰβ προσπεσόντος· ἔλυσε καὶ ὁ τούτου μαθητὴς Ἐλισσαῖος Νεεμὰν τὸν Σύρον τῆς λέπρας αὐτὸν διαζεύξας, καὶ ἔδησε τὸν Γιεζὴν διὰ χρήματα ψευσάμενον, τὴν λέπραν αὐτῷ ἀρασάμενος· ἔλυσε ∆ανιὴλ τοῦ Ναβουχοδονόσορ τὸ ἐνύπνιον, καὶ ἔδησε χεῖρας ξιφήρεις Χαλδαίων κατ' αὐτῶν ὁπλισαμένας· καὶ ἔλυσε τὸν ναὸν τῶν εἰδώλων, τὸν Βὴλ καταστρέψας καὶ τὸν δράκοντα κτείνας, καὶ ἔδησε στόματα λεόντων αἱμοβόρων. Ἔδησαν καὶ οἱ τρεῖς παῖδες τοῦ πυρὸς τὴν δύναμιν μὴ καέντες ὑπ' αὐτοῦ, καὶ ἔλυσαν τοῦ βασιλέως τὸ δόγμα τὴν εἰκόνα αὐτοῦ μὴ προσκυνήσαντες. Ὑπὲρ δὲ τούτους πάντας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔδησε καὶ ἔλυσεν. Ἔλυσε τὴν μεταξὺ ἡμῶν καὶ τοῦ Θεοῦ γεγονυῖαν ἔχθραν, καὶ ἔδησε τὸν ἀρχέκακον ὄφιν, δι' ὃν ἔχθρα γεγένηται· ἔδησε πάντας τοὺς κατὰ τῶν ἀνθρώπων στρατευομένους δαίμονας, καὶ ἔλυσε πάντας τοὺς ὑπ' αὐτῶν ὀχλουμένους ἀνθρώπους· ἔδησε τὴν καθ' ἡμῶν στρεφομένην φλογίνην ῥομφαίαν, καὶ ἔλυσε τὸν ἐπὶ τοῦ σταυροῦ δεδεμένον λῃστὴν, εἰς τρυφὴν παραδείσου αὐτὸν εἰσκομίσας· ἔδησε τὸν ἀδελφοκτόνον Κάϊν τρόμοις αὐτὸν συνειλήσας, καὶ ἔλυσε τοῦ παραλυτικοῦ τοὺς τρόμους τὰ μέλη αὐτοῦ διορθώσας· ἔλυσε τὸν Ἰσαὰκ ὑπὸ τοῦ Ἀβραὰμ συμποδισθέντα, καὶ ἔδησεν ἀντ' αὐτοῦ κριὸν ἐν φυτῷ Σαβὲκ κατεχόμενον· ἔδησε τὸν Ἰούδαν ἀργύρια φιλήσαντα, καὶ ἔλυσε τὸν ἀρχιτελώνην Ζακχαῖον τὰ χρήματα αὐτοῦ τοῖς πένησι διαδώσαντα· ἔδησε τοὺς Ἰουδαϊκοὺς χοίρους τοῖς δαίμοσιν ἐπιτρέψας, καὶ ἔλυσε τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον, τοὺς μαθητὰς αὐτοῦ πέμψας· ἔδησε τὴν πικροφόρον συκῆν, τὰς ῥίζας αὐτῆς ξηράνας, καὶ ἔλυσε τὴν συγκύπτουσαν γυναῖκα, εἰρηκὼς αὐτῇ, Θάρσει, θύγατερ, λέλυσαι ἀπὸ τῆς ἀσθενείας σου. Ἔλυσε Πέτρον δεδεμένον ἁλύσεσι, καὶ ἔδησε τὸν φονοκτόνον Ἡρώδην τὰ μέλη αὐτοῦ τοῖς σκώληξιν ἐνειλήσας· ἐστερέωσε τὴν ἐπὶ τῆς στερεᾶς πέτρας θεμελιωθεῖσαν ὀρθόδοξον Ἐκκλησίαν, καὶ συνέλυσε τὴν ἐπὶ τῆς ἀστάτου ψάμμου οἰκοδομηθεῖσαν ἑτεροδόξων σκηνήν· ἔδησαν καὶ Ἰουδαῖοι Χριστὸν, ἀλλ' ἔλυσεν αὐτῶν Χριστὸς τὸν ναὸν, κατέστρεψεν αὐτῶν τὴν Ἱερουσαλὴμ, παρέλυσεν αὐτῶν τὰ νόμιμα, ἠκύρωσεν αὐτῶν τὰς περιτομὰς, διέλυσεν αὐτῶν τὰς συναγωγὰς, ἀφήρπασεν αὐτῶν τὸν νόμον καὶ τοὺς προφήτας, καὶ αὐτοὺς ἀχύρου δίκην ἀνὰ πᾶσαν πόλιν καὶ χώραν ἐλίκμησεν.
Ἔδησε καὶ ὁ διάβολος τὸν Κύριον, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀνακομίσας, ἀλλ' ἐνέῤῥηξεν αὐτοῦ Χριστὸς τὴν ἀχόρταστον κοιλίαν, συνέλυσεν αὐτοῦ τοὺς σαρκοφάγους ὀδόντας, τῇ στερεμνίῳ αὐτοῦ πέτρᾳ συγκλάσας, παρέλυσεν αὐτοῦ τὰ νεῦρα, συνέτριψεν αὐτοῦ τὴν στολὴν, κατέστειλεν αὐτοῦ τὴν κόμην, θρῆνον καὶ πένθος σκοτεινὸν ἐπέῤῥιψεν αὐτῷ αἰώνιον, ἀνθ' ὧν τὸν ἐν χαρᾷ ἑστῶτα ἄνθρωπον εἰς πένθος ἁμαρτημάτων κατήγαγεν. Ἐξέσβεσεν αὐτοῦ τοὺς ἀναιδεῖς ὀφθαλμοὺς, κατῄσχυνεν αὐτοῦ τὸ ἄτιμον πρόσωπον, ζιβύναις ὀξέσιν ἐλογχοβόλησεν αὐτὸν, τριστόμῳ ῥομφαίᾳ κατεκέντησεν αὐτὸν, διεσκόρπισε τὰς 60.761 ἐλπίδας αὐτοῦ, ἐξηρεύνησε τὰς κεκρυμμένας δεξιὰς αὐτοῦ νοσσιὰς, καὶ ἐλίκμησε παντὶ ἀνέμῳ τὰς ἐνθήκας αὐτοῦ· ἠδάφισε τὰ ἀνελεῆ τῶν δαιμόνων αὐτοῦ τέκνα καὶ ἔκγονα, κατέκαυσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνέῤῥηξε τὰ σκοτεινὰ αὐτοῦ ταμιεῖα, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, καὶ πάντας τοὺς ὑπ' αὐτοῦ δεθέντας λύσας καὶ μεθ' ἑαυτοῦ λαβὼν, εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα ὡς γίγας ἀνέδραμε, καθά φησιν ὁ προφήτης· Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν τὴν ὁδὸν αὐτοῦ· ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα