1

 2

 3

 4

 5

 6

 7

2

τοῦτο πλείονος ἀπήλαυσε τῆς θεραπείας. Οἱ μὲν γὰρ τὰς πόλεις οἰκοῦντες συνεχοῦς ἀπολαύουσι διδασκαλίας, οἱ δὲ ἐν ἀγροικίᾳ ζῶντες, οὐ τοσαύτης μετέχουσιν ἀφθονίας. Τὴν πενίαν τοίνυν τῶν διδασκόντων ἐν τῇ δαψιλείᾳ τῶν μαρτύρων παραμυθούμενος ὁ Θεὸς, ᾠκονόμησε πλείους παρ' ἐκείνοις ταφῆναι μάρτυρας. Οὐκ ἀκούουσι διδασκάλων γλώττης ἐκεῖνοι διηνεκῶς, ἀλλὰ μαρτύρων φωνῆς ἀπὸ τοῦ τάφου διαλεγομένης αὐτοῖς καὶ μείζονα ἰσχὺν ἐχούσης. Καὶ ἵνα μάθητε, ὅτι μείζονα ἰσχὺν ἔχουσι μάρτυρες καὶ σιωπῶντες ἡμῶν τῶν φθεγγομένων, πολλοὶ πολλάκις διαλεγόμενοι πολλοῖς περὶ ἀρετῆς οὐδὲν ἤνυσαν· ἕτεροι δὲ σιγῶντες μέγιστα κατώρθωσαν διὰ τὴν τοῦ βίου λαμπρότητα· ὥστε πολλῷ πλέον οἱ μάρτυρες τοῦτο εἰργάσαντο, τὴν μὲν διὰ τῆς γλώττης οὐκ ἀφιέντες φωνὴν, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτῶν πολὺ τῆς ἀπὸ τοῦ στόματος οὖσαν ὑψηλοτέραν, δι' ἧς πρὸς πᾶσαν τὴν τῶν ἀνθρώπων διαλέγονται φύσιν, ταῦτα τὰ ῥήματα λέγοντες· Ἐμβλέψατε εἰς ἡμᾶς, ὅσα ἐπάθομεν δεινά. Τί γὰρ ἐπάθομεν θανάτῳ καταδικασθέντες, καὶ ζωὴν εὑρόντες διηνεκῆ; Κατηξιώθημεν ἀποθέσθαι τὰ σώματα διὰ τὸν Χριστόν· εἰ δὲ διὰ τὸν Χριστὸν μὴ παρεχωρήσαμεν αὐτῶν νῦν, μικρὸν ὕστερον ἐμέλλομεν καὶ ἄκοντες αὐτῶν ἀποστήσεσθαι τῆς προσκαίρου ζωῆς. Εἰ καὶ μὴ μαρτύριον παρελθὸν ἔλαβεν, ἀλλ' ὁ κοινὸς τῆς φύσεως θάνατος ἐπελθὼν κατέλυσεν αὐτά. ∆ιὰ ταῦτα οὐ παυόμεθα εὐχαριστοῦντες τῷ Θεῷ, ὅτι κατηξίωσεν ἡμᾶς τῷ πάντως ὀφειλομένῳ θανάτῳ πρὸς σωτηρίαν τῶν ἡμετέρων ἀποχρήσασθαι ψυχῶν, καὶ τὸ κατ' ἀνάγκην ὀφειλόμενον ἐν δωρεᾶς τάξει ἔλαβε παρ' ἡμῶν, καὶ μετὰ τῆς μεγίστης τιμῆς. Ἀλλ' αἱ βάσανοι φορτικαὶ, καὶ ἐπαχθεῖς. Ἀλλ' ἐν βραχείᾳ καιροῦ ῥοπῇ, ἡ δὲ ἐκ τούτων ἄνεσις ἐν τοῖς ἀθανάτοις αἰῶσι· μᾶλλον δὲ οὐδὲ ἐν βραχείᾳ καιροῦ ῥοπῇ φορτικαὶ αἱ βάσανοι τοῖς εἰς τὰ μέλλοντα βλέπουσι, καὶ πρὸς τὸν ἀγωνοθέτην κεχηνόσιν. Ἐπεὶ καὶ ὁ μακάριος Στέφανος, ἐπειδὴ τὸν Χριστὸν ἑώρα τοῖς τῆς πίστεως ὀφθαλμοῖς, διὰ τοῦτο τῶν λίθων τὰς νιφάδας οὐκ εἶδεν, ἀλλ' ἀντ' ἐκείνων τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἠρίθμει. Καὶ σὺ τοίνυν μετάστησον ἀπὸ τῶν παρόντων πρὸς τὸ μέλλον τὸ ὄμμα, καὶ οὐδὲ βραχεῖαν τῶν δεινῶν λήψῃ τὴν αἴσθησιν. βʹ. Ταῦτα καὶ πλείονα τούτων οἱ μάρτυρες λέγουσι, καὶ πείθουσι πολλῷ μᾶλλον, ἢ ἡμεῖς. Ἐγὼ μὲν γὰρ ἂν εἴπω ὅτι οὐδὲν ἔχει φορτικὸν ἡ βάσανος, οὐκ εἰμὶ ἀξιόπιστος ταῦτα λέγων· λόγῳ γὰρ τὰ τοιαῦτα φιλοσοφεῖν οὐδὲν δύσκολον· ὁ δὲ μάρτυς τὴν διὰ τῶν πραγμάτων φωνὴν ἀφιεὶς, οὐδένα ἔχει τὸν ἀντιλέγοντα. Καὶ καθάπερ ἐπὶ τῶν βαλανείων γίνεται ἔν 50.648 δον, ὅταν ἀναζέῃ τῶν θερμῶν ὑδάτων ἡ κολυμβήθρα, καὶ μηδεὶς θαῤῥῇ καταβαίνειν, ἕως μὲν ἂν διὰ λόγων παρακαλῶσιν ἀλλήλους οἱ ἐπὶ τοῦ χείλους καθήμενοι, οὐδένα μᾶλλον πείθουσιν· ἐπειδὰν δὲ εἷς τις ἐξ αὐτῶν ἢ τὴν χεῖρα καθίῃ, ἢ τὸν πόδα χαλάσας μετὰ τοῦ θαῤῥεῖν ὅλον ἐναφίῃ τὸ σῶμα, σιγῶν τῶν πολλὰ φθεγγομένων μᾶλλον ἂν ἔπεισε τοὺς ἄνω καθημένους κατατολμῆσαι τῆς κολυμβήθρας· οὕτω καὶ ἐπὶ τῶν μαρτύρων· καὶ γὰρ ἐνταῦθα ἀντὶ τῆς κολυμβήθρας τῶν ὑδάτων ἡ πυρὰ πρόκειται. Οἱ μὲν οὖν ἔξωθεν περιεστηκότες κἂν μυρίοις λόγοις παρακαλῶσιν, οὐ σφόδρα πείθουσιν· ὅταν δὲ εἷς τις τῶν μαρτύρων μὴ τὸν πόδα, μηδὲ τὴν χεῖρα μόνον χαλάσῃ κάτω, ἀλλ' ὅλον ἐπαφῇ τὸ σῶμα, πάσης παραινέσεως καὶ συμβουλῆς δυνατωτέραν παρεχόμενος τὴν διὰ τῶν πραγμάτων πεῖραν, ἐκβάλλει τῶν περιεστηκότων τὴν ἀγωνίαν. Εἴδετε πῶς δυνατωτέρα καὶ σιγώντων ἡ φωνὴ τῶν μαρτύρων; ∆ιὰ τοῦτο ἀφῆκεν ἡμῖν τὰ σώματα αὐτῶν ὁ Θεός· διὰ τοῦτο πάλαι νικήσαντες, οὐδέπω καὶ νῦν ἀνέστησαν, ἀλλὰ τοὺς μὲν ἄθλους ὑπέμειναν πρὸ τοσούτου