2
ἄνθρωποι ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὅπου γὰρ ἀγάπη ἐκεῖ Χριστὸς κατοικεῖ· Χριστὸς γὰρ ἀγάπη ἐστίν. Ὅπου δὲ μῖσος καὶ τὰ τοιαῦτα, ὅσα προείπομεν, ἐκεῖ Χριστὸς οὐκ ἔστιν, ἀλλὰ πονηρὸς δρά κων ἐκεῖ αὐλίζεται. Καλὸν μὲν οὖν ἐστιν ἀσφαλίσασθαι, ἵνα μὴ φιλονεικία ἢ μάχη ἀνακύψῃ μεταξὺ ὑμῶν. Ἐὰν δὲ καὶ ἡττηθῇ τις ἐξ ὑμῶν, εὐθέως προσπέσῃ μετὰ δακρύων τῷ ἀδελφῷ, ᾧ ἐλύπησε, καὶ διαλλαγῇ αὐτῷ ἐξ ὅλης καρδίας, ὡς ὁ Κύριος ὁρᾷ· ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Ἐὰν γὰρ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, εἶπεν ὁ Κύριος, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ παραπτώματα ὑμῶν· καὶ ἄφετε καὶ ἀφεθήσεται ὑμῖν· καὶ ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα καὶ οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Ἀδύνατον γὰρ μνησίκακον ψυχὴν εἰς θύραν ζωῆς εἰσελθεῖν. Ἐὰν πᾶσαν δικαιοσύνην ποιήσῃ, βδέλυγμά ἐστιν ἐνώπιον Κυρίου καὶ ματαία πᾶσα ἡ ἐργασία τοῦ τοιούτου ἀνθρώπου. Καὶ λοιπὸν ἕκαστος εἴτε δικαίως εἴτε ἀδίκως ἐπιτιμηθῇ ἢ ὀνειδισθῇ ἢ ὑβρισθῇ, ἑαυτὸν ἐχέτω αἴτιον καὶ μὴ τὸν ἀδελφόν. Καὶ ὁ μὴ ὑπομένων νῦν τότε θλίβεται, ὅτι οὐχ ὑπέμεινεν, ἀλλὰ ἐξαπώλεσε τὸν μισθὸν αὑτοῦ. Ποία γὰρ χάρις, λέγει Κύριος, ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; Ἀλλὰ ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. Καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Καὶ ἐὰν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, πάρεχε αὐτῷ καὶ τὴν ἄλλην. Καὶ μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οὐκ εἶπεν ὅτι χολᾶτε, ἀλλὰ χαίρετε. Οὐκοῦν τῇ ἐντολῇ τοῦ Κυρίου προσέχειν δεῖ καὶ αὐτῇ ὑποτάσσεσθαι μετὰ βίας καὶ μακροθυμίας πολλῆς. Ἐὰν γὰρ μὴ ᾖ βία καὶ μακροθυμία, ποῖος μισθός; Οἱ γὰρ ἀδικοῦντες ὑμᾶς καὶ συκοφαντοῦντες οὗτοι μισθὸν οὐράνιον προξενοῦσιν ὑμῖν καὶ τὰς ψυχὰς ὑμῶν εὐεργετοῦσι. Συνεργεῖ γὰρ τῇ ἀκοῇ τῶν καλῶν προαίρεσις οὐκ ἀγαθή· ὅσον γὰρ σπουδάζει ὁ διά βολος διὰ τῶν ἀμελεστέρων ἀδελφῶν ἢ ἑτέραις μεθοδίαις θανατῶσαι τὴν ψυχήν, τοσοῦτον παρασκευάζει τὸν σπουδαῖον προστρέχειν καὶ προσκολλᾶσθαι τῷ Θεῷ. Καὶ λοιπὸν κατὰ μέρος ὑπὸ Κυρίου βοηθουμένη καὶ δυναμουμένη ἀνωτέρα γίνεται τῶν παθῶν καὶ οὕτω κομίζεται τὸν μισθὸν παρὰ τοῦ Κυρίου καὶ εὑρίσκεται ὁ διάβολος, ὡς οὐ θέλει, εὐεργέτης γινόμενος αὐτῆς ἕως θανάτου ἀνταγωνιζομένης τῆς καρδίας. Λοιπὸν ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Παρακαλῶ οὖν, τέκνον μου καὶ ἀδελφέ, ἐπειδὴ πάλιν μοι πρὸς σὲ ὁ λόγος, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σὲ ἢ εἰς τὸν πλησίον σου ἢ εἰς ἕτερόν τι εὑρεθῇ σφάλμα καὶ θέλεις αὐτὸν διορθώσασθαι, πρῶτον ἀσφαλίζου τὸν ἔσω σου ἄνθρωπον, τουτέστι τὴν καρδίαν σου καὶ φύλαξον αὐτὴν ἀτάραχον μετὰ τῆς μνήμης τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα μὴ ἄλλον θέλων διορθώσασθαι τὴν ψυχήν σου διαφθείρῃς ἐν τῇ ὀργῇ-κακία γὰρ κακίαν οὐκ ἐκβάλλει, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν-καὶ πρὸς τὸ σφάλμα τὴν διόρθωσιν ἐπάγαγε, μὴ διὰ ὕβρεων ἢ πληγῶν, ἀλλὰ διὰ νηστείας, εἰ δέοι, καθὼς δοκιμάσῃς μετὰ τοῦ Κυρίου, τοῦτο εἰδώς, ὅτι χωρὶς αὐτοῦ οὐδὲν δύνασαι. Παρακάλει οὖν αὐτὸν ἐν παντὶ καιρῷ, ἵνα αὐτός σοι γένηται ὀφθαλμὸς καὶ χαρίσηταί σοι σύνεσιν καλοῦ τε καὶ κακοῦ. Ἐὰν δὲ προσπέσῃ μετανοῶν καὶ οὕτω δέξαι αὐτόν· καλὴ γὰρ ἡ συγκατάβασις. Καὶ οὕτω, νομίζω, ἐπὶ συμπάθειαν οὐκ οἶδεν ἀγανακτεῖν ὁ Κύριος, ἀλλ' ἐπὶ τῇ ἀποτομίᾳ ὀργίζεται. Ὃ καὶ ἐπὶ τῷ χρεωφειλέτῃ τῶν μυρίων ταλάντων εὑρίσκομεν, τῶν τοσούτων κακῶν τὴν ἄφεσιν, καὶ αὐτὸς παρακαλούμενος ὑπὸ τοῦ συνδούλου αὑτοῦ οὐκ ἀφῆκε τὴν ὀφειλὴν τῶν ἑκατὸν δηναρίων καὶ διὰ τοῦτο κατεδικάσθη εἰς τὸ ἐξώτερον σκότος. Ἐὰν δὲ τοῖς αὐτοῖς ἐμμένῃ