2
γὰρ ἔχουσι τὰς ἐκ περιόδων προῤῥήσεις. Οὐδὲν οὖν μέγα καὶ πρόῤῥησιν ἔχειν καὶ γνῶσιν καὶ δαίμονας, ὅπου καὶ μύρμηκες ἔχουσι τὰς ἐκ περιόδων προῤῥήσεις, καὶ δεινοὶ τοῦ μέλλοντος ἄνθρωποι στοχασταί· ἀλλ' οὐχ ὡς πάντως ἢ πάντα εἰδέναι. Ἐπεὶ καὶ ὁ διάβολος προεφήτευσε τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, καὶ ἐγένετο. Καὶ πάλιν ὁ Βαλαὰμ προεῖπεν, ὅτι Πόρνας στῆσον, καὶ προδοθήσεται δι' αὐτῶν ὁ Ἰσραήλ· καὶ γέγονεν 64.744 οὕτως. Τοῦτο δὲ στοχασμὸς, μᾶλλον δὲ προῤῥήσεις μηδὲν παράδοξον ἔχουσαι· καθάπερ ἐπὶ Χριστοῦ, τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον· τὸ, Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Καὶ μετ' ὀλίγον· Τὸν μακάριον Ἱερεμίαν ὡς τῶν ἄλλων σαφέστερόν φασι δεῖν πρὸ τῶν ἄλλων ἀναγινώσκεσθαι. Καὶ οὐ θαυμαστὸν, εἰ τῶν προφητῶν οἱ μὲν ἀσαφεῖς, οἱ δὲ καὶ σαφέστεροι· ὅπου καὶ ἑνὸς τῆς θείας Γραφῆς, ἔσθ' ὅτε συγγράμματος, τὰ μὲν ἀσαφῆ, τὰ δὲ σαφῆ, καὶ τῶν ἑνὸς ἀνδρὸς συγγραμμάτων τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως, καθάπερ ἐν Ψαλμοῖς ἀποστόλων τε Ἐπιστολαῖς, καὶ ἐπὶ τῶν τοῦ Κυρίου ῥημάτων. Καθόλου γὰρ ἀσάφεια γίνεται ἢ διὰ τὴν φύσιν τῶν ὑποκειμένων, ξένων ὄντων πρὸς ἀκοὴν, ὡς ἐπὶ τῆς σκηνοποιίας, καὶ τῆς παρὰ Ἰεζεκιὴλ κατασκευῆς τοῦ ναοῦ· ἢ παρὰ τοὺς ἀκούοντας, ἢ ἀσυνέτως διακειμένους. ∆ιόπερ ὁ Χριστὸς τὰς παραβολὰς ὡς ἐπίτηδες ἀσαφῶς εἰρημένας. Καὶ μετ' ὀλίγον. Γίνεται δὲ πάλιν ἀσάφεια καὶ παρὰ τὴν τοῦ λέγοντος ἰδιότητα, ἐπιῤῥεπῶς ἔχοντος πρὸς τὴν τοιάνδε ἀπαγγελίαν. Καὶ ἐπὶ τῶν προφητῶν τὸ Πνεῦμα τὰ νοήματα μόνον ἔλεγεν, ἀλλ' οὐχὶ καὶ τὰ ῥήματα· αὐτοὶ δὲ λοιπὸν ἔφραζον ἰδιωτικῶς. Οὐ γὰρ ὡς ἀκινήτοις ἐκέχρητο, καθάπερ ἡ τῶν δαιμόνων ἐπίπνοια· τὰ δὲ λεχθέντα γινώσκειν ἠβούλετο, καὶ μετὰ τῆς οἰκείας γνώμης ἅπαντα λέγειν· Οὐ πρᾶγμα ποιήσει Κύριος, ἐὰν μὴ ἀποκαλύψῃ τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις.
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.
Ἱερεμίας ὁ τοῦ Χελκίου ἐκ τῶν ἱερέων. Ἐκ τῆς εἰς τὸν προφήτην Ἱερεμίαν ἑρμηνείας. Τὸν μὲν χρόνον, καθ' ὃν προεφήτευσεν ὁ μακάριος προφήτης Ἱερεμίας, καὶ ἀπὸ ποίου βασιλέως ἤρξατο, καὶ εἰς ποῖον προφητεύων ἐτελεύτησε, σαφῶς ἐν τοῖς προοιμίοις τοῦ προφήτου ἔστι μαθεῖν. Πᾶσαν δὲ τὴν προφητείαν κατὰ τῶν δύο ποιεῖται φυλῶν, ἤδη τῶν δέκα αἰχμαλώτων γενομένων ὑπὸ τοῦ Ἀσσυρίου. Ποικίλην δέ τινα τὴν προφητείαν ἔστιν ἰδεῖν· τοῦτο μὲν γὰρ ἀπὸ τῶν παραδειγμάτων αὐτοὺς ἐλέγχει, ὡς ὅταν λέγῃ· Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ· τοῦτο δὲ ἀπό τινων παρ' αὐτοῦ τοῦ προφήτου γενομένων, ὡς ὅταν λαμβάνῃ τὸ περίζωμα, καὶ τὰ ἀκόλουθα ποιῇ, καὶ τὸν βίκον, ὃν ἔκλασε κατὰ πρόσωπον τοῦ λαοῦ, μήνυμα τῆς ἀπωλείας τοῦ πλήθους, καὶ τοὺς κλοιοὺς οὓς περιέθετο. Πολλὴν δέ τινα δυσχέρειαν ἐν τοῖς χρόνοις τοῖς αὐτοῦ ἔσχε, πάντων ἤδη εἰς ἀσέβειαν ἐκκλινάντων, καὶ ἱερέων ἀνθισταμένων, οἷος ἦν ὁ Σοφονίας, καθ' οὗ καὶ φαίνεται λέγων, καί τινων τῶν ἐν τέλει ὄντων· καὶ πάλιν πρὸς τὸν Πασχὼρ ἀποτεινόμενος, καὶ βασιλέων ἥκιστα δεχομένων τὴν παραίνεσιν. Ποιεῖται δὲ τὸν 64.745 ἔλεγχον οὐκ ἀπὸ τῶν πραγμάτων μόνον, τὰς ἀσεβείας λέγων σαφῶς· ἀλλὰ καὶ ἀπό τινων εὐπειθῶν ἀνδρῶν υἱῶν Ἰωναδὰβ, υἱοῦ Ῥηχὰβ, ὧν κατὰ σύγκρισιν δείκνυσι παρανόμους τοὺς Ἰουδαίους. ∆ιὰ τοῦτο καὶ τὰ χείριστα φαίνεται πεπονθὼς, τοῦτο μὲν ὕποπτος ἐπὶ τῆς προδοσίας γινόμενος, τοῦτο δὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος, τοῦτο δὲ ἐν λάκκῳ βορβόρου βαλλόμενος. Ταύτης ἕνεκεν τῆς αἰτίας εὐθὺς ἐν ἀρχῇ ὑπισχνεῖται αὐτῷ ὁ Θεὸς παρέξειν τὴν ἰσχύν· προλέγων μὲν αὐτῷ τὰ δεινὰ, ἐπαμύνειν δὲ ἐπαγγελλόμενος. Λέγει καὶ κατὰ τῶν ἐθνῶν, πρὸς ὠφέλειαν οὐ μόνον Ἑβραίων,