1

 2

 3

 4

2

τοσαύτη καὶ τῆς τέφρας τῶν ἁγίων ἡ δύναμις, οὐκ ἔνδον ἐγκαθημένη μόνον ἐν τοῖς λειψάνοις, ἀλλὰ καὶ περαιτέρω προϊοῦσα καὶ τὰς ἀκαθάρτους ἀπελαύνουσα δυνάμεις, καὶ τοὺς μετὰ πίστεως προσιόντας μετὰ πολλῆς ἁγιάζουσα τῆς περιουσίας. ∆ιά τοι τοῦτο καὶ ἡ φιλόχριστος αὕτη παρείπετο τοῖς λειψάνοις, συνεχῶς ἐφαπτομένη, καὶ τὴν εὐλογίαν ἐπισπωμένη, καὶ τοῖς ἄλλοις πᾶσι διδάσκαλος γινομένη τῆς καλῆς ταύτης καὶ πνευματικῆς ἐμπορίας, καὶ διδάσκουσα πάντας ἀρύεσθαι ἀπὸ τῆς πηγῆς ταύτης τῆς ἀεὶ μὲν ἀντλουμένης, οὐδέποτε δὲ κενουμένης. Καθάπερ γὰρ τὰ νάματα τῶν πηγῶν βρύοντα, οὐκ εἴσω τῶν οἰκείων κόλπων κατέχεται, ἀλλ' ὑπερβλύζει καὶ ὑπερχεῖται· οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις ἡ τοῖς ὀστέοις παρακαθημένη καὶ τοῖς ἁγίοις συνοικοῦσα, καὶ εἰς ἑτέρους πρόεισι τοὺς μετὰ πίστεως ἐφεπομένους αὐτῇ, καὶ ἀπὸ ψυχῆς εἰς σώματα, καὶ ἀπὸ σωμάτων εἰς ἱμάτια, καὶ ἀπὸ ἱματίων εἰς ὑποδήματα, καὶ ἀπὸ ὑποδημάτων εἰς σκιὰς ἐκτρέχει. ∆ιά τοι τοῦτο οὐ τὰ σώματα ἐνήργει μόνον τῶν ἁγίων ἀποστόλων, ἀλλὰ καὶ τὰ σουδάρια καὶ τὰ σιμικίνθια· καὶ οὐ τὰ σουδάρια μόνον καὶ τὰ σιμικίνθια, ἀλλὰ καὶ αἱ σκιαὶ τοῦ Πέτρου τῶν ζώντων δυνατώτερα εἰργάζοντο.

Ἤδη που καὶ μηλωτὴ κατενεχθεῖσα ἐπὶ τὸ σῶμα τοῦ Ἑλισσαίου διπλοῦν αὐτῷ χάρισμα κατήγαγεν· οὐ γὰρ τὸ σῶμα Ἑλισσαίου μόνον, ἀλλὰ καὶ τὸ ἱμάτιον ἐκεῖνο τῆς χάριτος ἦν ἐμπεπλησμένον. ∆ιά τοι τοῦτο καὶ ἐπὶ τῶν τριῶν παίδων· οὐ γὰρ τὰ σώματα αὐτῶν 63.470 ᾐδέσθη μόνον τῆς φλογὸς ἡ φύσις, ἀλλὰ καὶ αὐτὰ τὰ ὑποδήματα· καὶ ἐπὶ τοῦ Ἑλισσαίου οὐδὲ τελευτήσαντος, οὕτως ἐλύετο θάνατος, εἰς τάφον τοῦ προφήτου ῥιφέντος ἑτέρου νεκροῦ. Οὕτω δὴ καὶ σήμερον γέγονε· τῶν γὰρ λειψάνων φερομένων, ἐμπρησμοὶ δαιμόνων, ὀλολυγαὶ καὶ κωκυτοὶ πανταχόθεν ᾔροντο, τῆς ἀκτῖνος τῶν ὀστῶν ἐκπηδώσης, καὶ τὴν φάλαγγα τῶν ἀντικειμένων κατακαιούσης δυνάμεων.

βʹ. ∆ιὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, ὅτι τὴν ἔρημον πόλιν

ἐποιήσατε, τὴν πόλιν κενώσαντες· ὅτι τὸν πλοῦτον ἡμῖν τῆς Ἐκκλησίας ὑπεδείξατε σήμερον. Ἰδοὺ πόσα πρόβατα, καὶ οὐδαμοῦ λύκος· πόσαι ἄμπελοι, καὶ οὐδαμοῦ ἄκανθα· πόσοι στάχυες, καὶ οὐδαμοῦ ζιζάνια. Θάλαττα ἀπὸ τῆς πόλεως μέχρι τοῦ παρόντος ἐξετάθη χωρίου, θάλαττα κυμάτων ἀπηλλαγμένη, ναυάγιον οὐκ ἔχουσα, σκοπέλων ἠλευθερωμένη· θάλαττα μέλιτος παντὸς γλυκυτέρα, τῶν ποτίμων ὑδάτων ποτιμωτέρα. Οὐκ ἄν τις ἁμάρτοι τὴν θάλατταν ταύτην καὶ ποταμὸν πυρὸς προσειπών· οὕτως αἱ λαμπάδες αἱ διὰ τῆς νυκτὸς αἱ πυκναὶ καὶ συνεχεῖς μέχρι τοῦ μαρτυρίου τούτου διαπαντὸς ἐκταθεῖσαι, πυρίνου ποταμοῦ φαντασίαν παρεῖχον τοῖς ὁρῶσι. Καὶ ταῦτα μὲν ἐν τῇ νυκτί· τῆς δὲ ἡμέρας φανείσης ἕτεραι λαμπάδες πάλιν ἐφαίνοντο· ἐκείνας μὲν γὰρ ὁ ἥλιος ἀνίσχων ἔκρυπτε καὶ ἀμαυροτέρας ἐτίθει, τὰς δὲ ἐν τῇ ἑκάστου διανοίᾳ φαιδροτέρας ἐδείκνυ· τοῦ γὰρ πυρὸς ἐκείνου τοῦ φαινομένου θερμότερον τὸ τῆς προθυμίας τῆς ὑμετέρας ἦν· καὶ ἕκαστος διπλῆν ἔφερε λαμπάδα, τὴν τοῦ πυρὸς ἐν τῇ νυκτὶ, τὴν τῆς προθυμίας καὶ ἐν τῇ νυκτὶ καὶ ἐν τῇ ἡμέρᾳ· μᾶλλον δὲ οὐδὲ νύκτα λοιπὸν ἐκείνην καλῶ· πρὸς γὰρ τὴν ἡμέραν ἡμιλλᾶτο, τοὺς υἱοὺς τοῦ φωτὸς ὑμᾶς περιφέρουσα, καὶ μυρίων ἀστέρων καὶ ἑωσφόρου λαμπροτέρους ἀποφαίνουσα.

Ὥσπερ γὰρ καὶ τὴν ἡμέραν νύκτα ποιοῦσιν οἱ μεθύοντες, οὕτω καὶ τὴν νύκτα ἡμέραν ἐργάζονται οἱ παννυχεύοντες καὶ ἐγρηγορότες. ∆ιὰ δὴ τοῦτο διὰ πάσης νυκτὸς ἐκεῖνο τὸ προφητικὸν ᾖδον· Νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· καὶ ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ· καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ποίας γὰρ ἡμέρας οὐ γέγονε φαιδροτέρα ἡ νὺξ αὕτη, ἐν τοσαύτῃ χαρᾶς ὑπερβολῇ σκιρτώντων ἁπάντων, χαρὰν ἐχόντων πνευματικὴν, τοσούτων ἐκχυθέντων δήμων, καὶ τὴν ὁδὸν καὶ τὴν ἀγορὰν ἐπικλυσάντων; Οὐδὲ