2
ἀληθινόν. Βούλει δὲ καὶ περὶ σώματος; Καὶ αὐτὸ εἴπω· τὸ σῶμα φθαρτόν, ἡ δὲ κόνις φθορὰ φθορᾶς, ἢ ὡς εἴποιμεν βασιλεῖαι βασιλειῶν. Ὅταν καὶ τὴν σύγκρισιν πρὸς τὰ ὁμογενῆ ἔχῃς, καλὸς καλῶν πάνυ καλὸς ἂν εἴη. Ὥστε οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ τοιαύτη μεθ' ἣν οὐκ ἂν εἴη ἑτέρα ματαιότης. Ἐννόησόν μοι σκιάν· τοῦτο ματαιότης ματαιοτήτων παρὰ ζωγραφίαν. Ὥσπερ γάρ ἐστιν ἀλήθεια ἀληθείας, οἷον ἡ τοῦ θεοῦ καὶ ἡ ἡμετέρα, οὕτως ματαιότης ματαιοτήτων, καὶ οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ πάντων ματαιότης ἀνωτάτω. Πάντα ματαιότης. Τὰ πάντα ποῖα λέγει; Οὐρανόν, γῆν, θάλατταν, τόνδε τὸν κόσμον; Μὴ γένοιτο. Βλάσφημον γὰρ τὸ λεχθέν· τὰ γὰρ ἔργα τοῦ θεοῦ οὐκ ἂν εἴη μάταια, ἀλλὰ ἀληθῆ· καὶ πάντα γὰρ τὰ ἔργα σου, φησίν, ἀληθινὰ καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις. Περὶ ποῖα οὖν λέγει· ματαιότης ματαιοτήτων; ἢ οὐκ ἀρκεῖται ἅπαξ εἰπών, ἀλλ' ἐπιλέγει ἀεὶ οὕτως; Ἀπὸ διαθέσεως φθέγγεται τῷ διπλασιάζειν αὐτά. Μὴ φοβηθῶμεν, ἀγαπητοί, μὴ θορυβηθῶμεν, μὴ πλανηθῶμεν, μὴ πανταχοῦ περιαγάγωμεν τὸν λόγον. Ἐγγύθεν ὁ ἔλεγχος. Τί οὖν φησιν; Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Εἶδες ποῖα πάντα φησίν; Τὰ τῶν ἀνθρώπων ἔργα τὰ βιωτικά, ἐμπορίας, καπηλείας, πραγματείας, δόξαν, πλοῦτον, τρυφήν. Καὶ ὅρα πῶς κατέβαλεν τὸ πρᾶγμα, καὶ ὅρα πῶς πρῶτον μὲν μόχθον καλέσας, ὃ προσίσταται μάλιστα τῷ ἀκροατῇ, εἶπεν δὴ καὶ ἀκερδῆ τὸν μόχθον. Καὶ οὐκ ἀποφαίνεται ἐνταῦθα, ἀλλ' ἐρωτᾷ· τίς περισσεία τῷ ἀνθρώπῳ; Ὃ καὶ σφόδρα θαρροῦντος ἦν τοῖς ἐλέγχοις καὶ πολλὴν ἐμφαῖνον τὴν βαρύτητα καὶ κατα γινώσκοντος ὡς μαινομένων καὶ εἰκῇ πάντα ποιούντων. Ὁ δεῖνα οἴκημα ἐδείματο, λαμπρὸν κατέστησεν. Τί τούτῳ τὸ ὄφελος; Οὐδέν. Τεχνίτας συνήγαγεν, χρήματα ἀνήλωσεν, τὴν ἐπιθυμίαν ἐπλήρωσεν, ἀπετέμετο ἑταίρας, ἀρρωστίας ὑπέμεινεν, φροντίδας, προσκρούσματα, χάριτας ᾔτησεν, πάντα συνέδραμεν. Τί τὸ περισσόν; εἰπέ μοι. Τί μικρὸν ἢ μέγα ἀπώνασθαι ἠδυνήθη; Ἕτερος πάλιν, κλῆρον πατρῷον παραλαβών, πόρνας ἔθρεψεν, ἀρχῆς ἐπέβη, μεγάλα εἰργάσατο. Τί τὸ πέρας, εἰπέ μοι, ἐν παντὶ μόχθῳ αὐτοῦ; Οὐ λέγω ὅτι τοῦ μόχθου τὸ μὲν καλόν, τὸ δὲ κακόν. Πάντα μοι φέρε εἰς μέσον καὶ οὐδὲν εὑρήσεις. Τὰ γὰρ τῆς εὐσεβείας οὐ μόχθου· τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως εἰς ὑπερβολὴν βάρος δόξης ἡμῖν κατεργάζεται· καὶ δεῦτε πρός με πάντες οἱ κοπιῶντες· ἄρατε τὸν ζυγόν μου, ὅτι χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν.
Τοῦτο δὲ μόχθος, ἅτε μήτε τὸν θεὸν ἔχον συμπράττοντα, μήτε ταῖς ἐλπίσι κουφιζόμενον. Καὶ εἰ βούλει τὸν ἄνθρωπον αὐτὸν ἐλεγχόμενον εἰπεῖν μόχθον, βούλει καὶ οὐ παραιτοῦμαι. Οὗτος ὁ μόχθος ὑπὸ τὸν ἥλιον, ἐκεῖνος ὁ μόχθος οὐχ ὑπὸ τὸν ἥλιον, ἀλλ' ὑπὲρ τὸν ἥλιον. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ὁρᾷς πῶς εὐθέως ἐν ἀρχῇ καὶ ἐν προοιμίοις διωρίσατο περὶ ὧν ἔλεγεν; Περὶ τῶν ὑπ' οὐρανὸν πραγμάτων, περὶ τῶν μοχθηρῶν τούτων καὶ ἐπιπόνων περὶ ὧν οἱ ἄνθρω<ποι μοχθοῦσιν> *** 2 *** διακεῖσθαι καὶ μηδὲν αὐτὰ τίθεσθαι· ὃ καὶ Παῦλός φησιν· οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Ὁ δὲ πονηρὸς † τίνι δίκην φησίν, τὸ συνάγειν † Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην· καὶ τῷ ἁμαρτωλῷ ἔδωκεν περισπασμὸν τοῦ περισπασθῆναι καὶ τοῦ συναγαγεῖν. Τὸ μὴ ἀναπνεῖν, τὸ ἑτέροις μοχθεῖν· ὁρᾷς πῶς ἀπάγει τοῦ συνάγειν χρήματα, πῶς ἵστησιν τὴν ἐπιθυμίαν, πῶς ἐκκόπτει τὴν φαντασίαν, πῶς ἐξάγει πρὸς δαπάνην καὶ ἀνάλωσιν; Ὁ γὰρ ἀφ' ἑαυτοῦ κωλύων, πῶς ἑτέρῳ δώσει; Ὁ δὲ ἑαυτῷ παρέχων, πολλῷ μᾶλλον καὶ ἑτέρῳ· παιδεύεται γὰρ καταφρονεῖν χρημάτων.
Μάθωμεν οὖν ὅτι τὸ μὲν καταφρονεῖν ἔργον τοῦ θεοῦ ἐστιν, τὸ δὲ τρυφᾶν περιττόν· εἰς ἀναγκαίας γὰρ ἀναλώσει χρείας. Οὐ γὰρ ἴσως ἂν παρεδέξατο τις ἀκούων ὅτι τὸ ἐλεεῖν ἔργον θεοῦ, ὡς ὁ ἀκούων ὅτι τὸ τρυφᾶν ἔργον θεοῦ. Μὴ φοβηθῇς ἀναλῶσαι· δίδωσίν σοι ὁ θεός· τούτοις χαίρει μάλιστα ἢ ἐκείνοις· ἐπεὶ ποῦ