1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

γυμνὸς τοῖς υἱοῖς αὐτοῦ προέκειτο. Νηστείαν μὴ φυλάξας Ἡσαῦ τῶν πρωτοτοκίων τὴν τιμὴν ἀπώλεσε, καὶ τῆς πατρικῆς εὐχῆς ἀλλότριος ἐγένετο. Νηστείαν μὴ φυλάξαντες οἱ υἱοὶ Ἰσραὴλ, τῆς ἐπουρανίου τρυφῆς καὶ τῆς χάριτος τῆς θεϊκῆς ἐξέπεσον. Ἔμαθες τοὺς μὴ τιμήσαντας αὐτὴν οἷα ἔπαθον· γνώρισον καὶ τοὺς φυλάξαντας αὐτὴν, οἵας τι 56.527 μῆς καὶ χάριτος ἐγένοντο ἄξιοι. Νηστείαν καρπωσάμενος Μωϋσῆς νόμον ἐδέξατο, καὶ δημαγωγὸς τοῦ Ἰσραὴλ ἄξιος ἀνεδείχθη. Νηστείαν καρπωσάμενος Ἠλιοὺ δι' ἅρματος πυρίνου εἰς οὐρανὸν ἀνήχθη, δι' οὗ καὶ ἡ πάντιμος μηλωτὴ ὑπὲρ βασιλικὴν πορφυρίδα τιμιωτέρα ἀνεδείχθη. Νηστείαν ἐν λάκκῳ ∆ανιὴλ κτησάμενος, τὰ ἄγρια θηρία φιμώσας, ἀλώβητος τῆς τούτων βορᾶς γέγονε. Νηστείαν οἱ τρεῖς παῖδες ἀγκαλισάμενοι, τὴν κάμινον τὴν ἐξαφθεῖσαν ἑπταπλασίως κατέσβησαν, καὶ τὸ πῦρ ἐποίησαν ὡς πνεῦμα δρόσου διασυρίζον. Νηστείαν ἀσπασάμενος Ἰωάννης, μείζων ἐν προφήταις ἀνηγορεύθη, καὶ τὸν Κύριον τῆς δόξης κατηξιώθη βαπτίσαι ἐν τῷ Ἰορδάνῃ. Καὶ τί προφήτας καὶ δικαίους εἰς μέσον παρεισάγω; Νηστείαν καὶ ὁ Χριστὸς ἀσπασάμενος, τὸν ἐχθρὸν κατέβαλε, καὶ ἡμᾶς θεωρητὰς αὐτοῦ γενέσθαι κατηξίωσε. ∆ιὸ ταύτην ὑποδεξώμεθα, τὸ τίμιον δῶρον, τὸ ἅγιον κειμήλιον, τὸ τῆς ἀληθείας ἴνδαλμα, τῆς εὐσεβείας τὸ κεφάλαιον, τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον, τῶν παθῶν τὴν νέκρωσιν, τῆς ἁμαρτίας τὴν ἀναίρεσιν, τῆς κακίας τὸν ἀντίπαλον, τῆς παρθενίας τὴν ὁμόδοξον, τῶν δαιμόνων τὴν ἀφανίστριαν, τοῦ διαβόλου τὴν ἀποτίμησιν, τῶν εἰδώλων τὴν καθαίρεσιν, τῶν Ἐκκλησιῶν τὴν εὐπρέπειαν, τῶν βασιλέων τὸ κράτος, τῶν ἱερέων τὸ ἐγκαλλώπισμα, τῶν ἀνδρῶν τὴν φρόνησιν, τῶν γυναικῶν τὴν σωφροσύνην, τῶν νηπίων τὴν παιδαγωγίαν, τῶν δούλων τὴν ἀνάῤῥυσιν, τῶν πτωχῶν τὴν παραμυθίαν. Τίς νηστείαν ἀσπασάμενος οὐκ ἐδοξάσθη; τίς ταύτην φυλάξας οὐκ ἐμεγαλύνθη; τίς τοὺς θεσμοὺς αὐτῆς συντηρήσας οὐκ ἐμακαρίσθη; τίς κτησάμενος ταύτην οὐκ ἐνίκησε πειρασμούς; τίς ἀκούσας ταύτης τὰς ὑποσχέσεις οὐχὶ παρὰ ἀνθρώποις ἐτιμήθη μόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ ὀργῆς καὶ ἀγανακτήσεως ἐξηρπάγη; Οὐχὶ Ἀχαὰβ ταύτην ὁπλισάμενος θεηλάτου ὀργῆς ἐῤῥύσθη, καὶ ὁ τοῖς ὀρνέοις εἰς βρῶσιν δοθεὶς καὶ τοῖς θηρίοις, καὶ Οὖ ἐν τῷ αἵματι, φησὶν, αἱ πόρναι λούσονται. δι' αὐτῆς ἀπηλλάγη τοῦ θανατικοῦ κινδύνου, καὶ ὑπὲρ προφήτην δυνατωτέρα ἐδείχθη; Οὐχὶ ταύτην οἱ Νινευῖται φυλάξαντες, ἄνθρωποι καὶ τὰ κτήνη, τῆς τριημέρου ἀπειλῆς ἀνηρπάγησαν, καὶ τοῦ προφήτου Ἰωνᾶ τὸ ῥῆμα ἄνεργον ἐγένετο; Οὐχὶ ταύτην τηρήσαντες οἱ Προφῆται, θεωριῶν καὶ ὀπτασιῶν Θεοῦ παντοκράτορος μέτοχοι γεγόνασι, καὶ τὰ μέλλοντα ὡς ἐνεστῶτα προεθεώρησαν καὶ ἐθέσπισαν; Οὐχὶ καὶ οἱ Ἀπόστολοι ταύτην ὁπλισάμενοι, Πανταχοῦ κύκλῳ τῆς γῆς διέδραμεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν; Οὐχὶ καὶ οἱ Μάρτυρες ταύτης ἐνστερνισάμενοι, ναοὺς καὶ βωμοὺς καὶ κνίσσας τῶν εἰδώλων κατέβαλον, καὶ τὸν θυμὸν τῶν τυράννων εἰς οὐδὲν ἐλογίσαντο; Οὐχὶ οἱ Ὅσιοι ταύτην ποθήσαντες, τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ κατέλιπον ἅπαντα, καὶ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατὰ τὸν ἀπόστολον Παῦλον οἰκήσαντες, αὐτοπροσώπως τὸν διάβολον κατέβαλον, καὶ τούτου τὰ στρατεύματα; Ταύτην καὶ ἡμεῖς φυλάξωμεν τῶν ψυχῶν τὴν γαλήνην, τῶν σωμάτων τὸ ἰατρεῖον, τῶν λογισμῶν τὴν εἰρήνην, τῶν ἐπιθυμιῶν τὴν νέκρωσιν, τὴν κωλύουσαν ἁρπάζειν τὸν ἀλλότριον πλοῦτον, τὴν μὴ καταδεχομένην ὀρφανοὺς ἀδικῆσαι, τὴν μὴ ἐπάγουσαν χήραις πένθος ζημίας, τὴν μὴ βιωτικαῖς μερίμναις ἀσχοληθῆναι ἡμᾶς συγχωροῦσαν, τὴν ἀγγέλοις ὁμοδιαίτους τοὺς βροτοὺς ἐργαζομένην, τὴν τοῦ Κυρίου τὸν νόμον ἡμέρας καὶ νυκτὸς μελετᾷν διακελευομένην. Φησὶ γὰρ ὁ προφήτης Ζαχαρίας