1

 2

 3

 4

 5

 6

 7

 8

2

διανοίας, καὶ ψυχῆς οὐδὲν μέγα οὐδὲ ὑψηλὸν φανταζομένης, ἀλλ' ὅμως οὐ τοσαύτην ἐπισύρεται βλάβην, ἀλλ' ἀνόητός τίς ἐστι μόνον σπουδὴ, γέλωτα καταχέουσα τῶν περὶ ταῦτα ἐσπουδακότων. Εἰ γὰρ καλλωπίζειν βούλει, μὴ τὸ ἐργαστήριον, ἀλλὰ τὴν σαυτοῦ ψυχήν· μὴ τὴν ἀγορὰν, ἀλλὰ τὴν διάνοιαν· ἵνα ἄγγελοι θαυμάσωσι, καὶ ἀρχάγγελοι τὸ γινόμενον ἀποδέξωνται, καὶ ὁ τῶν ἀγγέλων ∆εσπότης ἀμείψηταί σε ταῖς παρ' ἑαυτοῦ δωρεαῖς· ὡς αὕτη γε ἡ ἐπίδειξις, ἡ νῦν γινομένη, καὶ γέλωτα καὶ βασκανίαν φέρει, παρὰ μὲν τῶν ὑψηλοτέρων τὴν διάνοιαν γέλωτα, παρὰ δὲ τῶν τὰ αὐτὰ νοσούντων βασκανίαν καὶ φθόνον πολύν.

βʹ. Ἀλλ', ὅπερ ἔφην, οὐ τοσούτων ἐγκλημάτων ἀξία αὕτη ἡ φιλοτιμία· οἱ δὲ

ἐν τοῖς καπηλείοις ἀγῶνες γινόμενοι τήμερον, οὗτοι μὲν μάλιστα ὀδυνῶσι, καὶ ἀσωτίας καὶ ἀσεβείας ἐμπεπλησμένοι πολλῆς· ἀσεβείας μὲν, ὅτι παρατηροῦσιν ἡμέρας οἱ ταῦτα ποιοῦντες, καὶ οἰωνίζονται, καὶ νομίζουσιν, εἰ τὴν νουμηνίαν τοῦ μηνὸς τούτου μεθ' ἡδονῆς καὶ εὐφροσύνης ἐπιτελέσαιεν, καὶ τὸν ἅπαντα τοιοῦτον ἕξειν ἐνιαυτόν· ἀσωτίας δὲ, ὅτι ὑπὸ τὴν ἕω γυναῖκες καὶ ἄνδρες φιάλας καὶ ποτήρια πληρώσαντες μετὰ πολλῆς τῆς ἀσωτίας τὸν ἄκρατον πίνουσι. Ταῦτα ἀνάξια τῆς ἡμε 48.955 τέρας φιλοσοφίας, κἂν ὑμεῖς ποιῆτε, κἂν ἑτέρους ποιοῦντας περιίδητε, κἂν οἰκέτας, κἂν φίλους, κἂν γείτονας. Οὐκ ἤκουσας Παύλου λέγοντος· Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Ἄλλως δὲ καὶ τῆς ἐσχάτης ἀνοίας ἂν εἴη ἀπὸ τῆς μιᾶς ἡμέρας, εἰ δεξιὰ γένοιτο, καὶ τοῦ παντὸς τοῦτο προσδοκᾷν ἐνιαυτοῦ· οὐκ ἀνοίας δὲ μόνον, ἀλλὰ καὶ διαβολικῆς ἐνεργείας ἡ κρίσις αὕτη, μὴ τῇ οἰκείᾳ σπουδῇ καὶ προθυμίᾳ, ἀλλὰ ταῖς τῶν ἡμερῶν περιόδοις τὰ κατὰ τὸν βίον ἐπιτρέπειν τὸν ἡμέτερον. ∆εξιὸς ὁ ἐνιαυτὸς ἔσται σοι δι' ὅλου, οὐκ ἐὰν ἐν νουμηνίᾳ μεθύῃς, ἀλλ' ἐὰν καὶ ἐν νουμηνίᾳ, καὶ καθ' ἑκάστην ἡμέραν τὰ τῷ Θεῷ δοκοῦντα ποιῇς.

Πονηρὰ γὰρ ἡμέρα καὶ ἀγαθὴ γίνεται, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲν γὰρ ἡμέρα διενήνοχεν ἡμέρας, ἀλλὰ παρὰ τὴν ἡμετέραν σπουδὴν καὶ ῥᾳθυμίαν. Ἂν δικαιοσύνην ἐργάσῃ, χρηστή σοι γέγονεν ἡ ἡμέρα· ἂν ἁμαρτίαν ἐργάσῃ, πονηρὰ καὶ κολάσεως γέμουσα. Ἂν ταῦτα φιλοσοφῇς, καὶ οὕτω διακείμενος ᾖς, ἅπαντα δεξιὸν ἕξεις τὸν ἐνιαυτὸν, εὐχὰς, ἐλεημοσύνας καθ' ἑκάστην ἐργαζόμενος τὴν ἡμέραν· ἂν δὲ τῆς μὲν κατὰ σαυτὸν ἀρετῆς ἀμελῇς, ἀρχαῖς δὲ μηνῶν καὶ ἀριθμοῖς ἡμερῶν ἐμπιστεύσῃς σου τῆς ψυχῆς τὴν εὐφροσύνην, πάντων ἔρημος ἔσῃ τῶν κατὰ σαυτὸν ἀγαθῶν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνιδὼν, καὶ σπουδάζων ἡμῶν ἐκλῦσαι τοὺς περὶ τὴν ἀρετὴν πόνους, καὶ τῆς ψυχῆς σβέσαι τὴν προθυμίαν, ταῖς ἡμέραις ἐπιγράφειν ἐπαίδευσεν τὰς εὐπραγίας καὶ τὰς κακοπραγίας. Ὁ γὰρ πείσας ἑαυτὸν ὅτι ἡμέρα ἐστὶ κακὴ καὶ ἀγαθὴ, οὔτε ἐν τῇ κακῇ τῶν ἀγαθῶν ἔργων ἐπιμελήσεται, ὡς εἰκῆ πάντα ποιῶν, καὶ οὐδὲν ὠφελῶν διὰ τὴν τῆς ἡμέρας ἀνάγκην· οὔτε ἐν τῇ ἀγαθῇ πάλιν τοῦτο ἐργάσεται, ὡς οὐδὲν ἐκ τῆς οἰκείας παραβλαπτόμενος ῥᾳθυμίας, διὰ τὴν τῆς πάλιν ἡμέρας εὐκληρίαν· καὶ οὕτως ἑκατέρωθεν τὴν ἑαυτοῦ προδώσει σωτηρίαν· καὶ ποτὲ μὲν ὡς ἀνόνητα πονῶν, ποτὲ δὲ ὡς περιττὰ, ἐν ἀργίᾳ καὶ πονηρίᾳ βιώσεται. Ὅπερ οὖν εἰδότας φεύγειν δεῖ τοῦ διαβόλου τὰς μεθοδείας, καὶ ταύτην ἐκβαλεῖν τῆς διανοίας τὴν ψῆφον, καὶ μὴ παρατηρεῖν ἡμέρας, μηδὲ τὴν μὲν μισεῖν, τὴν δὲ φιλεῖν. Οὐ γὰρ ἵνα ἡμᾶς εἰς ῥᾳθυμίαν ἐμβάλῃ μόνον, ἀλλ' ἵνα καὶ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλῃ, ταῦτα ὁ πονηρὸς δαίμων ἐκεῖνος σκευωρεῖ, καὶ εἰς ἀσέβειαν ὁμοῦ καὶ εἰς ῥᾳθυμίαν τὰς ἡμετέρας καθελκύσαι βουλόμενος ψυχάς. Ἀλλ' ἡμᾶς ἀποπηδᾷν χρὴ, καὶ σαφῶς εἰδέναι ὅτι οὐδὲν κακὸν, ἀλλ' ἁμαρτία μόνον, καὶ οὐδὲν ἀγαθὸν, ἀλλ' ἀρετὴ μόνον, καὶ τὸ διὰ πάντων ἀρέσκειν Θεῷ.

Οὐ ποιεῖ μέθη εὐφροσύνην, ἀλλ' εὐχὴ πνευματική· οὐκ οἶνος, ἀλλὰ λόγος διδασκαλικός. Ὁ οἶνος χειμῶνα, ὁ δὲ λόγος γαλήνην ἐργάζεται· ἐκεῖνος θόρυβον