1

 2

 3

2

κοιμήσεως τοῦ ὕπνου, εἶπε μετὰ παῤῥησίας· Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανε· καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. Ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, χαίρει νῦν ἐπὶ θανάτῳ φίλου· Χαίρω, οὐ δι' ἐμαυτὸν, οὐδὲ διὰ τὸν τεθνεῶτα, ἀλλὰ δι' ὑμᾶς· κέχρημαι γὰρ τῷ θανάτῳ πρὸς τὸν τῆς ὑμετέρας πίστεως θεμέλιον. Ὢ θάνατος Χριστοῦ ἀγαλλίασις! 62.777 ὢ θάνατος, ζωῆς ἀνάπλεως! ὢ θάνατος θανάτου λυτήριον, σωτηρίας ἀρχηγὸς, πεπτωκότων ἀνάστασις, καμνόντων ἀνάπαυσις, ἀσθενούντων ῥῶσις, δικαίων ἀνάψυξις! ὢ θάνατος, διαβόλου κατάλυσις, δαιμόνων καθαίρεσις, τοῦ πρωτοπλάστου Ἀδὰμ ἀνανέωσις! ὦ θάνατε, εὐφροσύνης συνεργὲ, ἀφθαρσίας μηνυτὰ, χαρᾶς χορευτά! Ἵνα δὲ ἐπιτεμὼν τῷ λόγῳ εἴπω, ἔρχεται Ἰησοῦς εἰς τὴν Βηθανίαν, ἀπήντησαν αὐτῷ αἱ ἀδελφαὶ Λαζάρου, προσπίπτουσι τοῖς γόνασι τοῦ Κυρίου κλαίουσαι καὶ λέγουσαι· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός. Ἆρα γὰρ οὐκ ἦν ἐκεῖ; Ἀλλὰ τῷ μὲν σώματι οὐκ ἦν ἐκεῖ, τῇ δὲ θεότητι οὐ μόνον ἐκεῖ, ἀλλὰ καὶ ἐν οὐρανοῖς. Πῶς γὰρ ἐγίνωσκε τὸ πότε ἀπέθανεν ὁ Λάζαρος, εἰ μὴ παρὼν ἦν κατὰ τὴν ἀόρατον δύναμιν τῆς θεότητος; Καὶ ἔλεγον· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.

Εἶπε δὲ πρὸς αὐτὰς ὁ Κύριος· Πιστεύσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ· διδάσκων ὅτι τῶν ἔργων τῶν ἀγαθῶν ἡ πίστις ἐστὶν ἀρχηγός. Καὶ θεωρήσας αὐτὰς κλαιούσας, καὶ τοὺς παρόντας Ἰουδαίους, Ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτὸν, καὶ εἶπε· Ποῦ τεθείκατε αὐτόν; Τί ἐστι τὸ, Ἐνεβριμήσατο τῷ πνεύματι; Ἔκδεξαι, ἀγαπητὲ, καὶ μετ' ὀλίγον εὑρήσεις τοῦ ζητουμένου τὴν λύσιν. Ἐτάραξεν ἑαυτὸν, οὐχ ὡς ἡμεῖς ὑπὸ δειλίας ἢ λύπης ταρασσόμεθα, ἀλλ' αὐτὸς ἑαυτὸν ἐτάραξε, καὶ λέγει· Ποῦ τεθείκατε αὐτόν; Ἆρα γὰρ ἠγνόει ποῦ τέθαπται, ὁ ἐγνωκὼς πότε τετελεύτηκεν; Ἀλλὰ μιγνύει τὰ ἀνθρώπινα ῥήματα τοῖς θείοις θαυματουργήμασιν, ἵνα δείξῃ. ὅτι καὶ ἄνθρωπος ἦν, καθὰ καὶ ὁ προφήτης λέγει· Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Τοῦτο δὲ προέταξεν ἵνα σημαίνῃ, ὅτι καὶ ἄλλο τί ἐστιν, ὅπερ ἐστὶ Θεός. Ποῦ τεθείκατε αὐτόν; Ἡ δὲ Μαρία, Ἔρχου, φησὶ, καὶ ἴδε, Κύριε. Καὶ ἐδάκρυσεν ὁ Ἰησοῦς. Τίς δὲ χρεία δακρύειν, ὃν ἔμελλεν ἀνιστᾷν μετ' ὀλίγον; Ἀλλ' ἐδάκρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ συμπαθὲς καὶ τὸ φιλάνθρωπον περὶ τοὺς ὁμοφύλους ἡμῖν ὑποδείξῃ· ἐδάκρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ κλαίειν μετὰ κλαιόντων ἔργῳ μᾶλλον ἢ λόγῳ διδάξῃ· ἐδάκρυσεν ὁ Ἰησοῦς· ἐδάκρυσεν, οὐκ ἐπένθησε, τὸ μὲν ἀδάκρυτον παντελῶς ὡς ἀπηνὲς καὶ ἀπάνθρωπον παραιτούμενος, τὸ δὲ φιλοπενθὲς ὡς ἀγεννὲς καὶ ἄνανδρον διωθούμενος· τάξιν δὲ ἐπιτιθεὶς τῇ συμπαθείᾳ, ἐδάκρυσεν.

Ἔρχεται ἐπὶ τὸ σπήλαιον, καὶ θεωρεῖ λίθον ἐπικείμενον τῷ μνήματι. Κελεύει τοῖς παρεστῶσιν Ἰουδαίοις ἀποκυλῖσαι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ σπηλαίου. Ὁ λέγων· Ἐὰν πίστιν ἔχητε 62.778 ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται ὑμῖν· πῶς νῦν αὐτὸς ἀδυνατεῖς ἀποκυλῖσαι τὸν λίθον; Ἀλλ' οὐχ ὡς ἀδυνάτων τοῦτο ποιῶ, φησὶν, ἀλλ' ἵνα μὴ δόξωσι φαντασίαν εἶναι τὸ γινόμενον, ἐπιτάσσω αὐτοῖς τοῖς Ἰουδαίοις ἰδίαις χερσὶν ἀποκυλῖσαι τὸν λίθον, τὸ μέγιστον σημεῖον ἐμαυτῷ καταλιμπάνων· ἵνα αὐτοὶ μάρτυρες γένωνται τῶν ὑπ' ἐμοῦ γενομένων σημείων. Εἶτα μετὰ τὸ ἀποκυλῖσαι τὸν λίθον, ἀναβλέψας ὁ Ἰησοῦς εἰς τὸν οὐρανὸν, εἶπεν· Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου. Πότε δὲ προσηύξατο; Νῦν λάμβανε, ἀγαπητὲ, τὴν πρὸ βραχέος ζητουμένην παρὰ σοῦ λύσιν τοῦ ῥητοῦ· ὅτε γὰρ ἐνεβριμήσατο τῷ πνεύματι, τότε προσηύξατο. Καὶ ταῦτα εἰπὼν, ἔκραξε φωνῇ μεγάλῃ, λέγων, Λάζαρε, δεῦρο ἔξω. Καὶ εὐθέως ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαις. Ὢ φωνῆς δύναμις ᾅδην διαῤῥήξασα, πύλας χαλκᾶς συντρίψασα, μοχλοὺς σιδηροῦς συνθλάσασα, διάβολον καταστρώσασα, θάνατον καταργήσασα, νεκρὸν ἀνεγείρασα! ὢ φωνῆς δύναμις, τὰ διεστῶτα μέλη εἰς ἓν συναγαγοῦσα καὶ ἀνορθοῦσα, καὶ τὸ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα!