2
Εἷς γὰρ ἄγγελος ἀπ' οὐρανῶν ἐν τῇ νυκτὶ ξιφήρης καταδρα μὼν, ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας τῶν ἀλλοφύλων ἀνῄρει, μηδενὸς αὐτῶν ἰσχύοντος πρὸς τὴν τῆς δεξιᾶς αὐτοῦ ὁρμὴν ἀντισχεῖν, ἵνα παιδευθῶσι τὰ τῶν ἀλλοφύ λων γένη κατὰ Θεοῦ γλῶσσαν βλάσφημον μὴ ὀξύνειν Τοσοῦτον ἀγαθόν ἐστιν, ἀγαπητοὶ, τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. ∆αυῒδ δὲ ὁ σοφώτατος, ἐπὶ Σαοὺλ τοῦ βασιλέως Ἰσραὴλ, τῶν ἀλλοφύλων ἐπι στρατοπεδευσάντων κατὰ τοῦ Ἰσραηλιτῶν γένους, καὶ ἕνα προβεβλημένων πρὸς μονομαχίαν ἄνδρα τῇ τοῦ σώματος ῥώμῃ γίγαντα, τῇ τῆς φρονήσεως γνώμῃ ὑπὲρ γίγαντα, μεγάλα λαλοῦντα, καὶ μεγάλα ἐπαγγελλόμενον· οὗτος δὲ ἦν ὀνόματι Γολιὰθ, οὗ τὸ μέγεθος Ἑβραίων παῖδες θεωρήσαντες, δειλίᾳ καὶ φόβῳ πιεσθέντες πολλῷ συνείχοντο, τὴν τοῦ πολέμου συμβολὴν ἀποφεύγοντες· γνοὺς δὲ ὁ ἀγχίνους ∆αυῒδ, ὅτι οὐδὲν ἰσχύει πρὸς νίκην ὁλκὴ σώματος, οὔτε ὅπλων καὶ ἵππων παράταξις (Οὐ σώζεται γὰρ βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδὴς ἵππος εἰς σωτηρίαν· ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται), λαβὼν πέντε λίθους, σύμβολον τῆς παρὰ Θεοῦ δεδομένης αὐτοῖς Πεντατεύχου, ὁ μικρὸς, ὁ νεώτε ρος, ὁ παρὰ τοῖς ἰδίοις καὶ τοῖς ἀλλοφύλοις ἐξουδενωμέ νος, μιᾷ λίθου βολῇ κατὰ τοῦ μετώπου τύψας, ἐπὶ στόματος ἔφερε τὸν ὑπερήφανον γίγαντα.
Καὶ ἔστιν, ἀγαπητοὶ, ζητήσεως ἄξιον, πῶς κατὰ τοῦ μετώπου λαβὼν 55.596 ὁ Γολιὰθ, οὐκ εἰς τὰ ὀπίσω ἐτρέπετο, ἀλλὰ ἐπὶ πρόσ ωπον ἐῤῥήγνυτο. Ἦ δῆλον, ὅτι δεῖ νοεῖν ἡμᾶς, ὅτι ἄγγελος ἦν ἑστὼς ὄπισθεν τοῦ θεομάχου, ἐπὶ πρόσωπον αὐτὸν ἀκοντίζων. Οὕτως ἀγαθόν ἐστι τὸ εὔξασθαι, καὶ ἀπο δοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν.
βʹ. Μωϋσῆς δὲ ὁ μακάριος τὸν τῶν Ἑβραίων λαὸν ἐκ τῆς Αἰγύπτου
μεταναστήσας, καὶ ἐλθὼν παρὰ τὰ ῥεῖθρα τῆς ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Αἰγυπτίων μετὰ ὄχλου ἰσχυροῦ καὶ πολυαρίθμου ἐπιδραμόντων, τῶν δὲ Ἑβραίων μὴ δυναμένων μηδὲ τῷ πολέμῳ ἀντιστῆναι, μηδὲ διὰ τῆς φυγῆς τὴν ἑαυτῶν σωτηρίαν περιποιήσασθαι· ἔμ προσθεν γὰρ αὐτοῖς θάλασσα ἥπλωτο φυγεῖν κωλύουσα, καὶ ὄπισθεν ὁ τῶν Αἰγυπτίων σκοτεινὸς λαὸς ξιφήρης αὐτοῖς ἐπεσείετο· καὶ ὅσον περιχαρεῖς ἦσαν οἱ Ἑβραῖοι ἐπὶ τῇ τῶν πεπραγμένων ἐννοίᾳ, τοσοῦτον ἀθρόως θεωρήσαντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους, τῷ φόβῳ συνείχοντο, καὶ ἠλαύνοντο χύδην ταῖς φροντίσιν, ὅπερ ἐλαύνεται θάλασσα σφοδρῶν πνευσάντων ἀνέμων εἰς αὐτὴν, ὡς καὶ ἀποτολμήσαντας διὰ τὴν ὑπερβολὴν τοῦ φόβου λέγειν πρὸς τὸν Μωϋσέα· Ὁρᾷς ὅσον καὶ ἐπ' αὐτὴν ἥκει τὰ πράγματα τὴν τελευτὴν, καὶ ὥσπερ εἰς τὰς ψυ χὰς ἡμῶν ἰλυσπᾶται ὁ φόβος; Ἤδη γὰρ ἡμᾶς ἀπειλοῦσι ὀρνέων θοίνην γενέσθαι, συνιέντες ὡς εἰς ἐσχάτην ἥκαμεν, καὶ ὅτι παντάπασιν ἄπορά ἐστι τὰ καθ' ἡμᾶς. Τί μέλλεις, Μωϋσῆ; Βέλτιον ἦν ἐν Αἰγύπτῳ τεθνάναι ἡμᾶς, ἢ ἐνταῦθα ἐξελθόντας ἰδεῖν τὰ νήπια ἡμῶν καὶ τὰς γυναῖκας καὶ ἡμᾶς αὐτοὺς ὀρνέων καὶ χερσαίων θοίνην καὶ σπαράγματα γιγνομένους.
Τούτοις γὰρ μάλιστα πιστεύσας ὁ Φαραὼ ὀδύνης γέμει, καὶ ὡς ἐν χερσὶν ἔχων τὸ κῦρος, αὐθαδιάζεται, καὶ πρὸς αὐτὸν Θεὸν θρα συστομεῖ. Τότε Μωϋσῆς πρὸς αὐτοὺς τί φησι; Μὴ φοβεῖσθε, μηδὲ δειλιᾶτε· Εὔξασθε καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ ὄψεσθε τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν ὑμῖν διδομένην. Κύριος πολεμήσει ὑπὲρ ἡμῶν, ὑμεῖς δὲ σιωπήσεσθε. Τῆς δὲ τοιαύτης εὐχῆς πρὸς Θεὸν ἀναδο θείσης, εὐθὺς ἡ ὑγρὰ θάλασσα εἰς ξηρὰν μετεστρέφετο, καὶ ἀνεμποδίστως αὐτοῖς καθυπούργει. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, θαυμαστὸν θέαμα, τήν ποτε ἀφρομορφωμυ ροῦσαν θάλασσαν τότε σχιζομένην, καὶ τεῖχος δίυγρον, κυανόχροον, μελανόχροον, ἀῤῥαγὲς ἑκατέρωθεν τῷ Ἰσραὴλ περιφρασσόμενον. Καὶ ἐπὶ τοσοῦτον ἀπῃωρεῖτο κρεμαμένη τὸ ὕδωρ, ἕως τοῦ Ἰσραὴλ, ὡς ὅτε ἄνθρωπος ἠρέμα καὶ βάδην πορευόμενος, τὸ τῆς θαλάσσης ὑπήρ χετο πλάτος.