1

 2

 3

 4

 5

 6

 7

 8

2

ἔνθα ἂν γινώσκωσι τοὺς ἰχθύας ἐνεδρεύοντας; Εἰσὶ γὰρ πολ λοὶ τόποι κατὰ θάλασσαν μᾶλλον τῶν ἄλλων τοὺς ἰχθύας διατρέφοντες. Οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι στὸς, ὁ μέγας Θεὸς κατὰ τὴν προφητείαν, ᾔδει ὡς Θεὸς, ὅτι ἐκεῖθεν ἠδύνατο λαβεῖν τὴν θήραν, τουτέστι τὴν γυναῖκα τὴν Σαμαρεῖτιν. Ὥσπερ οὖν εἶπον, οἱ ἁλιεῖς τοῖς τόποις ἐκείνοις ἐνεδρεύουσιν, ὅθεν καὶ τὸν ἰχθὺν ἐλπίζουσι θηρεῦσαι· οὕτω καὶ ὁ Χριστὸς ἦλθεν εἰς τὸν τόπον, ὅθεν τὴν Σαμαρεῖτιν εἶχε θηρεῦσαι, καὶ δι' αὐτῆς μεγάλην ζωγρείαν ἀνθρώπων ἀπεργάσασθαι. Ἰδοὺ, τοῦ τόπου τὴν αἰτίαν ἐμήνυσα. ∆ιὰ τί δὲ καὶ τὴν ὥραν εἶπε; Φησὶ γάρ· Ὁ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἄκουε τοίνυν, ἀγαπητὲ, καὶ περὶ τῆς ὥρας. Πτωχή τις ἦν ἡ Σαμαρεῖτις διὰ παντὸς ἐκ τῶν χειρῶν αὐτῆς τρεφομένη, πτωχὴ δὲ καὶ τῷ σώματι καὶ τοῖς χρήμασιν, ἀλλ' οὐ τῇ τῆς ψυχῆς εὐσεβείᾳ. Οὕτως οὖν ἐγειρομένη ἐπὶ τὸν ἱστὸν διέτρεχε διὰ τὴν ἐργασίαν, ὅθεν καὶ τὴν τροφὴν ἐπραγματεύετο. Ἀλλ' ἐν ὥρᾳ ἕκτῃ, ὅταν πάντες πρὸς ἀνάπαυσιν ἠσχολοῦντο, τότε ἐκείνη τὴν ὑδρίαν λαμβάνουσα, τὸ ὕδωρ ἐγέμιζεν. Ἤδει οὖν ὁ τὰ πάντα ἐπιστάμενος Κύριος, ὅτι τὴν ὥραν, ἣν πάντες πρὸς ἀνάπαυσιν εἶχον, ἐκείνη πρὸς τὸ κομίζειν τὸ ὕδωρ ἑαυτὴν ἀπησχόλει. Καὶ διὰ τοῦτο ὥραν ἕκτην ἀπῆλθεν ὁ Κύριος, ὅτε ἐγίνωσκεν, ὅτι ἀπέρχεται κομίσαι τὸ ὕδωρ, καὶ δύναται θηρεῦσαι τὴν πνευματικὴν ταύτην θήραν. Καὶ τίνος ἕνεκεν τοὺς μαθητὰς αὐτοῦ ὁ Κύριος ἀπεπέμψατο; Οἱ γὰρ μαθηταὶ αὐτοῦ, φησὶ τὸ Εὐαγγέ λιον, ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγο ράσωσι. Ἡ γυνὴ πτωχή τις ἦν ἐλεεινὴ, ὡς ἤδη φθά σαντες ἐδηλώσαμεν, μὴ ἰσχύουσα πρὸς δορυφορίαν πολ λῶν ἀντιβλέψαι. Καὶ εἰ ἐθεάσατο ἀξίωμα διδασκάλου, καὶ μαθητῶν περιβολὴν, τὸν διδάσκαλον, τοὺς διδασκο μένους, τὸν ὄχλον, τὴν τάξιν, τὸ ἀξίωμα, τὸ σχῆμα, τὸ ἐπίσημον, εἶχεν ἂν εὐθὺς ἀποφυγεῖν, καὶ ἀπώλετο ἡ θήρα· οὐκ ἐτόλμα προσελθεῖν, καὶ ὁ ἰχθὺς ἀπὸ τῶν δικτύων ἐξέφυγε, καὶ οὐκ ἐσαγηνεύετο, ἀλλ' ἀπεπήδα· διὰ τοῦτο ἀπεπέμψατο τοὺς μαθητὰς εἰς τὴν πόλιν. Ἀπελθόντες γὰρ, φησὶν, ἀγοράσατε βρώματα· ὑμεῖς ἀπελθόντες ἀγοράσατε, ἐγὼ ἕτερον ἄριστον ἔχω.

Ἐμὸν γὰρ βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμ ψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον· ὑμεῖς τὰ σαρκικὰ, ἐγὼ τὰ πνευματικά· ὑμεῖς ἀγοράσατε, ἐγὼ γὰρ ἐξηγόρασα. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς 59.537 κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, φησὶ τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος· δι' ὑδάτων βούλο μαι θηρεῦσαι τὴν πνευματικὴν ταύτην ἁλείαν. Ἔμαθες διὰ τί καὶ ὁ τόπος, καὶ ἡ ὥρα, καὶ ἡ τῶν μαθητῶν ἀπό λειψις. Οὐκοῦν ἀναγκαῖον λοιπὸν ἄρξασθαι τῶν ἑξῆς. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Ἔρχεται ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ ὥραν ἕκτην, παυσαμένη τοῦ ἱστοῦ, ἐπὶ τὸ ὑδρεύσασθαι ὕδωρ τῇ ὥρᾳ τῆς ἀναπαύσεως, καὶ, ὡς πολλάκις εἴρηται, ὥρᾳ ἕκτῃ· ἐπειδὴ καὶ ἡ Εὔα ὅταν ἐν τῷ παραδείσῳ παρέβη τὴν ἐντολὴν, ὥρα ἦν ὡσεὶ ἕκτη· καὶ διὰ τοῦτο ἡ Σαμα ρεῖτις διεσώθῃ ἐν τῇ πηγῇ τῇ αὐτῇ ὥρᾳ ἕκτῃ. Εἶτα λοι πὸν ἦλθεν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, καὶ βλέπει τὸν Ἰησοῦν ὥς τινα ξένον, καὶ μόνον ὡς ὁδοιπόρον ἀποκαυ ματῆσαι βουλόμενον, καὶ παρὰ τῇ πηγῇ καθεζόμενον. Εἶδεν ἄνδρα καταπεφρονημένον, καὶ οὐδὲ λόγον αὐτοῦ ἐποιήσατο. Ἀλλ' αὐτὸς ὁ τὰ πάντα ἐπιστάμενος Θεὸς, πρὶν γενέσεως αὐτῶν, θεασάμενος τὸν θησαυρὸν τῆς πίστεως, λέγει αὐτῇ· ∆ός μοι πιεῖν. Ἡ πηγὴ τῆς ζωῆς παρὰ τὴν πηγὴν καθεζόμενος πιεῖν ἀπαιτεῖ, οὐ πιεῖν, ἀλλὰ δοῦναι βουλόμενος. ∆ός μοι πιεῖν, ἵνα σοι δώσω ὕδωρ ἀφθαρσίας πιεῖν. Ἐγὼ γὰρ τὴν σωτηρίαν τῶν ἀνθρώπων διψῶ· οὐχ ἵνα πίω, ἀλλ' ἵνα ποτίσω. Ἐμι μησάμην τὸν οἰκεῖον Πατέρα· λέγει γὰρ ὁ Θεὸς πρὸς Ἀβραάμ· ∆ός μοι τὸν υἱόν σου· ἀνένεγκέ μοι Ἰσαὰκ τὸν υἱόν σου τὸν ἀγαπητὸν, τὸν μονογενῆ, εἰς ὁλοκάρ πωσιν ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἄν σοι δείξω. Ἀλλ' οὐ τὸν υἱὸν θέλων λαβεῖν, τοῦτο εἴρηκεν, ἀλλὰ βουλόμενος τὸν ἴδιον Υἱὸν τῇ οἰκουμένῃ χαρίσασθαι.