2
Ταῦτα θεωρῶν ὁ καταχθόνιος δράκων, θρηνῶν ἀπωδύρετο λέγων· Ὦ λειτουργοὶ καὶ δυνάμεις μου, οἱ τοῦ σκότους ἄρχοντες, τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησε, καὶ διαῤῥήσσομαι, τὰ σπλάγχνα πονῶ, τὴν καρδίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου διαφθείρονται, τὸ πνεῦμά μου μαιμάσσει. Εἴθε μὴ ἐτάγη εἰς ἀριθμὸν μαθητῶν ὁ Ἰούδας, εἴθε μὴ ἐπάγη κατ' ἐμοῦ τὸ ξύλον τῆς σταυρώσεως. Ὃν γὰρ ἐνόμιζον κρατεῖν ἐν χερσὶ, νῦν κρατοῦμαι ὑπ' αὐτοῦ· ὡς αἰχμάλωτος, καὶ πάντας, ὅσους εἶχον ἀπὸ τοῦ πρωτοπλάστου, ἀναγκάζομαι ἐμέσαι. ∆εῦτε, ἀγαπητοὶ, σκεπασώμεθα ὑποκάτω τῶν πτερύγων τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ. Ὁ γὰρ σταυρὸς εἰς τὰ τέσσαρα περατούμενος ἄκρα, σημαίνει ὅτι ὁ σταυρωθεὶς Θεός ἐστι διὰ πάντων χωρῶν, καὶ πάντα περιλαμβάνων τὰ πέρατα. Ὑψώθη δὲ ἐν αὐτῷ ὁ Χριστὸς καὶ Θεὸς, ἵνα καὶ τοὺς ἐν τῷ ἀέρι δαίμονας ἐμφιλοχωροῦντας καταλύσῃ, καὶ τὴν οὐράνιον ἡμῖν πορείαν εὐεπίβατον ποιήσῃ· ὡς καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν ἔφη· Ἐν τῷ με ὑψωθῆναι πάντας ἑλκύσω πρός με. Καὶ τί σοι πολλὰ λέγω; ἄκουε τοῦ προφήτου λέγοντος· Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Καὶ ἐπειδὴ ῥάβδος ἐστὶν ὁ Χριστὸς, ὡς καὶ Ἡσαΐας εἶπεν, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί. Αὐτὸν κατέχων Μωϋσῆς, διεῖλε τὴν Ἐρυθρὰν θάλασσαν, ἔσχισε τὸ ὕδωρ, καὶ ἔῤῥαψεν· ἔσχισεν ἵνα παρέλθῃ ὁ λαὸς τοῦ Θεοῦ· ἔῤῥαψεν, ἵνα ἐνδύσηται τὴν τῶν βυθῶν θάλασσαν ὁ Αἰγύπτιος λαός.
Καὶ ἕτερος τῶν προφητῶν λέγει· Εὐλογηθείη τὸ ξύλον, δι' οὗ ἐγένετο σωτηρία ἐν μέσῳ τῆς γῆς. Θεώρησον τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ καθ' ἑκάστην ἡμέραν θεωρήσεις μεταξὺ αὐτῶν τὸ σημεῖον τοῦ σταυροῦ ἀπὸ ἄστρων ἐκτυπούμενον. ∆ιὰ τοῦτο κἀγὼ πρὶν ἢ τὸν ζωοποιὸν σταυρὸν ὑψώσω, μικρά τινα ἐγκωμιάσας χαιρετίσω, καὶ ὑψώσας προσκυνήσω. Χαίροις σταυρὲ, ἀρχὴ σωτηρίας, καὶ ὀχύρωμα βασιλείας· χαίροις, σταυρὲ, προβλήτωρ ἀποστόλων, καὶ κήρυγμα προφητῶν· χαίροις, σταυρὲ, καύχημα μαρτύρων καὶ κήρυγμα ὁσίων· χαίροις, σταυρὲ, γαλήνη τῶν χειμαζομένων, καὶ ἀνάῤῥυσις τῶν αἰχμαλωτιζομένων· χαίροις, σταυρὲ, δικαίων καὶ ὁσίων ἀγαλλίαμα· χαίροις, σταυρὲ, ἱερέων στολιστὰ, καὶ πρεσβυτέρων σεμνότης· χαίροις, σταυρὲ, διακόνων ἀγλάϊσμα, καὶ ἀναγνωστῶν φαιδρότης· χαίροις, σταυρὲ, μοναζόντων καύχημα, καὶ πενθούντων παράκλησις· χαίροις, σταυρὲ, φύλαξ Ἐκκλησιῶν, καὶ πόλεων εὐνομία· χαίροις, σταυρὲ, ὀρφανῶν πάτερ, καὶ χηρῶν προστάτα· χαίροις, σταυρὲ, πολεμουμένων σωτηρία, καὶ πλανωμένων ὁδηγός· χαίροις, σταυρὲ, ἀδικουμένων ὑπέρμαχος, καὶ ἀδικούντων ἀντίδικος· χαίροις, σταυρὲ, ὀδυνωμένων ψυχαγωγία, καὶ κινδυνευόντων παραμυθία· χαίροις, σταυρὲ, τῶν φαύλων ἐπιτηδευμάτων διορθωτὰ, καὶ τῶν κρειττόνων σπουδασμάτων βοηθέ· χαίροις, σταυρὲ, πολεμουμένων ὅπλον ἀήττητον, καὶ πιπτόντων ἔγερσις· χαίροις, σταυρὲ, ἀσθενούντων δύναμις, καὶ ἀδυνάτων βακτηρία· χαίροις, σταυρὲ, παρθενευόντων στέφανος, καὶ χηρευόντων σωφρο 62.749 σύνη· χαίροις, σταυρὲ, ἔνδυμα τῶν νεοφωτίστων, καὶ φύλαξ νηπίων· χαίροις, σταυρὲ, δούλων ἐλευθερία, καὶ ἀποθνησκόντων ἐντάφιον· χαίροις, σταυρὲ, τῶν ψυχῶν ὁ ἁγιασμὸς, καὶ τῶν δαιμόνων κατακάρδιος ἧλος· χαίροις, σταυρὲ, ὁ τῶν ὁδοιπόρων συνοδοιπόρος, καὶ τῶν πλεόντων εὔδιος λιμήν· χαίροις, σταυρὲ, τῶν πιστῶν ἀσφάλεια, καὶ ἀγρυπνούντων παραμύθιον· χαίροις, σταυρὲ, τὸ ἡμερινὸν ὅπλον, καὶ νυκτερινὸν φυλακτήριον· χαίροις, σταυρὲ, ἀσθενούντων βακτηρία, καὶ ποιμένων ῥάβδος· χαίροις, σταυρὲ, ἐπιστρεφόντων χειραγωγία, καὶ προκοπτόντων τελείωσις· χαίροις, σταυρὲ, τῶν ψυχῶν ἡ σωτηρία, καὶ σωμάτων πάντων κακῶν ἀποτρόπαιον· χαίροις, σταυρὲ, πάντων ἀγαθῶν πρόξενος, καὶ ἁμαρτιῶν ἀναίρεσις· χαίροις, σταυρὲ, φυτὸν ἀναστάσεως, καὶ ξύλον ζωῆς αἰωνίου· χαίροις, σταυρὲ, πίστεως κρηπὶς, καὶ ἱερωσύνης τελείωσις· χαίροις, σταυρὲ, ἀνομιῶν ἀπολύτρωσις, καὶ Ἐκκλησιῶν θεμέλιος καὶ στήριγμα· χαίροις, σταυρὲ, νόσων καθαίρεσις, καὶ ὁδοιπορούντων