1

 2

2

ἀμπελῶνος τὸν 52.794 καρπὸν, καὶ ὅσα διὰ τῶν παραβολῶν ἡμῖν ἀπεκάλυψε, τὸν βίον ταλαντεύσωμεν, τὰ τοῦ βίου συναλλάξωμεν, οὐκ ἀργυραμοιβοῦντες, οὐδὲ χρυσορυχοῦντες, οὐ βαρέως δανείζοντες· ταῦτα γὰρ καὶ ὁ κριτὴς ἀποστρέφεται· ἀλλὰ πτωχοτροφοῦντες, φιλοξενοῦντες, θεοκλητοῦντες, καὶ ὅσα τοῦ κριτοῦ τὴν ὀργὴν μαλάττειν ἐπίσταται. Μάθε τῆς φιλοξενίας τὸ κέρδος, ἀποβλέψας εἰς τὸν Ἀβραὰμ, τῆς ἱκεσίας τὸ ὄφελος τῶν Νινευϊτῶν λογισάμενος, τῆς ἐλεημοσύνης τὸν θησαυρὸν θεωρήσας τὴν Ταβιθὰν ἐπὶ κλίνης κατακειμένην ἄψυχον, ἐν τάφῳ μέλλουσαν κατορύττεσθαι· ἀλλ' αἱ χῆραι τὸν Πέτρον κυκλώσασαι, καὶ τὰ δῶρα τῆς νεκρᾶς ἐπιδεικνύμεναι, ἐξ ᾅδου τὴν τεθνεῶσαν ἀνέσπασαν.

Εἰ δὲ νεκρὸν τὸ σῶμα δάκρυα χηρῶν ἐψύχωσε, πρόδηλον ὅτι καὶ αὖθις τεθνηξόμενον, ὁποῖά τινα παρέξειν οἴει ἐν ταῖς τῶν ἀγαθῶν ἀποδόσεσι τὸν κριτὴν τοῖς ἀφειδεῖ δεξιᾷ τὴν πτωχοτροφίαν ἀσκήσασι, καὶ μαρτυρίας πτωχῶν οὐκ ἀποῤῥήξασι; Τότε γὰρ τὸ δῶρον ἀναφαίρετον, οὐκ ἔτι θανάτου μεσιτεύοντος, ἀλλὰ διηνεκοῦς ἐκτεταμένης ζωῆς. Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι καὶ ἄτρεπτοι, κατὰ τὴν τοῦ ∆εσπότου μίμησιν. Καὶ καθάπερ αὐτὸν νεφέλη τις ὑπέλαβεν, οὕτω καὶ ἡμεῖς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Ἐν νεφέλαις ἁρπαγησόμεθα. Καὶ ὡς αὐτὸς ἀνέβη ἐν ἀλαλαγμῷ καὶ φωνῇ σάλπιγγος, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς διὰ τῆς ἀρχαγγελικῆς σάλπιγγος, τοῦ θανάτου τὸ νέφος ὥσπερ ὕπνον ἀποσεισάμενοι, τῷ ἀρχηγῷ τῆς ζωῆς συνεσόμεθα· Καὶ οὕτω, φησὶ, πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, τὰ τοῦ Κυρίου φρονοῦντες, τὰς ἐντολὰς αὐτοῦ φυλάξαντες. Γένοιτο δὲ πάντας ἡμᾶς τῆς μακαρίας ἐκείνης ἀξιωθῆναι φωνῆς· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου. Αὐτοῦ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.