2
σπεύδοντα, πρὸς πειρασμὸν ἐπανάγει, διαλεγόμενον τοῖς Ἰουδαίοις, βλασφημεῖσθαι πεποίηκε· θαυματουργοῦντα, λιθάζεσθαι παρεσκεύασε, τὸν φονέα καὶ λῃστὴν ἀντ' αὐτοῦ προετίμησε· σταυρωθέντι λῃστὰς συνεσταύρωσε· ταφέντι τὸ μνημεῖον ἐσφρά 52.798 γισεν· ἀναστάντι συκοφαντεῖ τὴν ἀνάστασιν· ἀναλαμβανομένου δὲ αὐτοῦ καὶ εἰς οὐρανοὺς ἀπιόντος, οὐκ εἶχέ τι φθέγξασθαι, ἀλλὰ τὴν ἐαυτοῦ μειζόνως κεφαλὴν ἐτραυμάτισε.
∆ιὸ πάσης αὐτῷ πανηγύρεως ἡ σήμερον χαλεπωτέρα καθειστήκει, ὁρῶντι πᾶσαν πανταχοῦ τὴν τῶν ἀγγέλων στρατιὰν χορεύουσαν, καὶ τοὺς μὲν ἀκολουθοῦντας, ἄλλους δὲ προτρέχοντας, ἑτέρους ἀπαντῶντας, ἄλλους πάλιν τῷ χορῷ τῶν ἀποστόλων διαλεγομένους, καὶ λέγοντας· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτω πάλιν ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν· οὗτος ὁ Ἰησοῦς ὁ τὴν πληθὺν τῶν σημείων ἐπιδειξάμενος. Ἡ τῆς ∆εσποτικῆς οὖν ἀναλήψεως ἡμέρα τὸν μὲν διάβολον, καθὼς εἴρηται, θρηνεῖν παρεσκεύασε, τοὺς δὲ πιστοὺς φαιδρύνεσθαι. Νῦν γὰρ τὸ τερπνὸν ἔαρ ἀνέτειλε, καὶ τὰ τῶν ἀνθῶν ἀνεφύησαν κάλλη· τὰ τῆς ἀμπέλου κατακομᾷ κλήματα τῶν καρπῶν, τὰ δένδρα τῆς ἐλαίας κυπρίζουσιν, αἱ συκαῖ τοὺς ὀλύνθους προσήνεγκαν, καὶ κινεῖται τῷ ζεφύρῳ πεπυκνωμένα τὰ λήϊα, τὴν τέρψιν τῶν κυμάτων μιμούμενα τῆς θαλάσσης· πάντα τῇ ∆εσποτικῇ ἀναλήψει μεθ' ἡμῶν φαιδρύνεται. Φέρε τοίνυν, κἀγὼ ἐφ' ὑμῖν τὰ τοῦ ∆αυῒδ ἀνακρούσομαι ῥήματα, ἅπερ ἡμῖν ἀρτίως διὰ τὴν ∆εσποτικὴν ἀνάληψιν ἐβόα· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Κύριος ἐν φωνῇ σάλπιγγος ἀνέβη, ὅπου ἦν· ἀνελήφθη, ὅθεν οὐκ ἐχωρίσθη. Ὁ γὰρ καταβὰς, αὐτός ἐστιν ὁ καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν. Οὐκ ἄλλος ὁ τοῖς προφήταις ὀφθεὶς, καὶ ἄλλος ὁ τοῖς ἀποστόλοις συνδιατρίψας· οὐκ ἄλλος ὃ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ἄλλος ὁ ἐπὶ Πιλάτου κρινόμενος· οὐκ ἄλλος ὁ ἐπὶ σταυροῦ τοῖς ἥλοις προσηλωμένος, καὶ ἄλλος ὁ τοῖς Χερουβὶμ ἐποχούμενος· οὐκ ἄλλος ὁ ὑπὸ Ἰωσὴφ τῇ σινδόνι ἐντυλισσόμενος, καὶ ἄλλος τῇ παλάμῃ τὴν κτίσιν περιδρασσόμενος· οὐκ ἄλλος ὁ ἐν τῷ μνημείῳ κατατιθέμενος, καὶ ἄλλος ὑπὸ τῶν Σεφαρὶμ ἀνυμνούμενος· ἀλλ' αὐτὸς τῷ Πατρὶ συγκαθήμενος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ ἀσπόρως βλαστήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· ὁ τῶν αἰώνων ποιητὴς, ὁ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ σύμπαντα παραγαγὼν, ὁ πλάστης τοῦ Ἀδὰμ, ὁ τῇς ἀνθρωπίνης φύσεως παραγωγεὺς, ὁ τὸν εὐάρεστον Ἐνὼχ εἰς χωρίον τῆς ζωῆς μεταστήσας, ὁ τὸν Νῶε φυλάξας μεταξὺ τῆς οἰκουμένης, ὁ τὸν πατριάρχην Ἀβραὰμ ἐκ γῆς Χαλδαίων προσκαλεσάμενος, ὁ τυπώσας ἐν τῷ Ἰσαὰκ τὸ τοῦ σταυροῦ μυστήριον, ὁ τὴν δωδεκάκλωνον τεκνογονίαν τῷ Ἰακὼβ χαρισάμενος, ὁ τὴν ὑπομονὴν τῷ Ἰὼβ παρασχὼν, ὁ ἡγεμόνα τοῦ λαοῦ τὸν Μωϋσῆν προβαλόμενος, ὁ προφητείας ἐκ μήτρας ἐμπλήσας τὸν Σαμουὴλ, ὁ τὸν ∆αυῒδ εἰς βασιλέα ἐκ τῶν προφητῶν ἑλόμενος, ὁ τὴν σοφίαν τῷ Σολομῶντι παρασχόμενος, ὁ τὸν Ἠλίαν ἐν συσσεισμῷ ἅρματι πυρίνῳ ἀναλαβὼν, ὁ τοῖς προφήταις ἐμπνεύσας τὴν πρόγνωσιν, ὁ τοῖς ἀποστόλοις τὴν δωρεὰν τῶν ἰαμάτων χαρισάμενος, ὁ τοῖς αὐτοῖς βοήσας· Θαρσεῖτε, νενίκηκα τὸν κόσμον ἐγώ.
Οὗτός ἐστιν ὁ Κύριος τῆς δόξης, ὁ ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς ἐν ἀλαλαγμῷ, καὶ καθίσας ἐν δεξιᾷ τοῦ Πατρός. Ὑποταγέντων δὲ αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων, αὐτὸς τὰς ἐπιπόνους εὐχὰς ἡμῶν ἀναλάβοι, καὶ νικητὰς ἡμᾶς ἀναδείξει (σιξ) τῶν πειρατηρίων τοῦ κόσμου· ὑποτάξει ἡμῖν πᾶσαν τὴν φάλαγγα τῶν ἀκαθάρτων πνευμάτων, λέγων πρὸς ἡμᾶς· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.
Ἀβλαβεῖς τοιγαροῦν καὶ ἀμώμους, ὑγιεῖς καὶ ὁλοκλήρους διαφυλάξει ἡμᾶς ψυχῇ καὶ σώματι καὶ πνεύματι, πεπληρωμένους καρπῶν δικαιοσύνης καὶ εὐποιίας, ὁ