1

 2

 3

 4

 5

 6

 7

2

ἀγγέλων. Καὶ γὰρ καὶ ἄγγελοι πάρεισιν, ἀγγέλων καὶ μαρτύρων ἡ σύνοδος γέγονε σήμερον. Καὶ εἰ βούλει ἰδεῖν καὶ μάρτυρας καὶ ἀγγέλους, ἄνοιξον τῆς πίστεως τοὺς ὀφθαλμοὺς, καὶ ὄψει τὸ θέατρον ἐκεῖνο· εἰ γάρ πως ὁ ἀὴρ ἀγγέλων ἐμπέπλησται, πολλῷ μᾶλλον ἡ ἐκκλησία· εἰ δὲ ἐκκλησία, πολλῷ μᾶλλον ἡ παροῦσα ἡμέρα, ὅτε ὁ ∆εσπότης αὐτῶν ἀναλαμβάνεται. Ὅτι γὰρ ἅπας ὁ ἀὴρ ἀγγέλων ἐμπέπλησται, ἄκουσον τί φησιν ὁ Ἀπόστολος, ἐντρέπων τὰς γυναῖκας ὥστε ἔχειν κάλυμμα ἐπὶ τῆς κεφαλῆς· Ὀφείλουσιν αἱ γυναῖκες ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. Καὶ πάλιν ὁ Ἰακὼβ, Ὁ ἄγγελος, φησὶν, ὁ ῥυόμενός με ἐκ νεότητός μου. Καὶ οἱ ἐν τῇ οἰκίᾳ δὲ μετὰ τῶν ἀποστόλων ὄντες πρὸς τὴν Ῥόδην ἔλεγον· Ὁ ἄγγελος αὐτοῦ ἐστι· καὶ πάλιν ὁ Ἰακὼβ, Εἶδον, φησὶ, παρεμβολὴν ἀγγέλων. Καὶ τίνος ἕνεκεν παρεμβολὴν ἀγγέλων εἶδεν ἐπὶ τῆς γῆς 50.444 καὶ στρατιάν; Καθάπερ βασιλεὺς κελεύει τὰ στρατόπεδα ἐν ἑκάσταις καθέζεσθαι πόλεσι, μήποτε βαρβαρικὸς πόλεμος ἐπαναστὰς καταδράμῃ τὰς πόλεις· οὕτω δὴ καὶ ὁ Θεὸς, ἐπειδὴ καὶ δαίμονές εἰσιν ἐν τῷ ἀέρι τούτῳ βάρβαροι καὶ ἄγριοι, καὶ πολέμους ἐγείροντες ἀεὶ καὶ τῆς εἰρήνης ἐχθροὶ, ἀντικατέστησεν αὐτοῖς τὰ στρατόπεδα τῶν ἀγγέλων, ἵνα φαινόμενοι μόνον αὐτοῖς καταστέλλωσιν, ἵνα τὴν εἰρήνην ἡμῖν ἀεὶ πρυτανεύσωσι. Καὶ ἵνα μάθῃς ὅτι ἄγγελοι εἰρήνης εἰσὶν, ἄκουσον ἐν ταῖς προσευχαῖς ἀεὶ λεγόντων τῶν διακόνων· Τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε. Ὁρᾷς ὅτι καὶ ἄγγελοι πάρεισι καὶ μάρτυρες; Τί οὖν ἀθλιώτερον τῶν ἀπολειφθέντων σήμερον; τί μακαριώτερον ἡμῶν τῶν παραγενομένων καὶ ἀπολαυόντων τῆς πανηγύρεως ταύτης; Ἀλλ' οἱ μὲν περὶ τῶν ἀγγέλων λόγοι ἐν ἑτέροις ἡμᾶς ἀναμεινάτωσαν καιροῖς· ἡμεῖς δὲ ἐπὶ τὴν ὑπόθεσιν τῆς παρούσης ἑορτῆς τὸν λόγον ἀγάγωμεν.

βʹ. Τίς οὖν ἐστιν ἡ παροῦσα ἑορτή; Σεμνὴ καὶ μεγάλη, ἀγαπητὲ, καὶ τὸν τῶν

ἀνθρώπων ὑπερβαίνουσα νοῦν, καὶ τῆς μεγαλοδωρεᾶς ἀξία τοῦ ποιήσαντος αὐτὴν Θεοῦ. Σήμερον γὰρ καταλλαγαὶ τῷ Θεῷ πρὸς τὸ τῶν ἀνθρώπων γεγόνασι γένος· σήμερον ἡ χρονία ἔχθρα κατελύθη, καὶ ὁ μακρὸς πόλεμος ἀνηρέθη· σήμερον εἰρήνη θαυμασία τις ἐπανῆλθεν, οὐδέποτε προσδοκηθεῖσα πρότερον. Τίς γὰρ ἂν ἤλπισεν ὅτι Θεὸς ἀνθρώπῳ καταλλάττεσθαι ἔμελλεν; οὐχ ὅτι ἀπάνθρωπος ὁ ∆εσπότης, ἀλλ' ὅτι ῥᾴθυμος ὁ οἰκέτης· οὐχ ὅτι ὠμὸς ὁ Κύριος, ἀλλ' ὅτι ἀγνώμων ὁ δοῦλος. Βούλει μαθεῖν πῶς παρωξύναμεν τὸν φιλάνθρωπον τοῦτον, τὸν ἥμερον ἡμῶν ∆εσπότην; Καὶ γὰρ δίκαιον μαθεῖν τῆς προτέρας ἡμῶν ἔχθρας τὴν ὑπόθεσιν, ἵν', ὅταν ἴδῃς τιμηθέντας ἡμᾶς, τοὺς ἐχθροὺς καὶ πολεμίους, θαυμάσῃς τοῦ τιμήσαντος τὴν φιλανθρωπίαν, ἵνα μὴ νομίσῃς ἐξ οἰκείων κατορθωμάτων γεγενῆσθαι τὴν μεταβολὴν, ἵνα μαθὼν αὐτοῦ τῆς χάριτος τὴν ὑπερβολὴν, μὴ παύσῃ διαπαντὸς εὐχαριστῶν αὐτῷ ὑπὲρ τοῦ μεγέθους τῶν δωρεῶν. Βούλει τοίνυν μαθεῖν, πῶς παρωξύναμεν ἡμῶν τὸν ∆εσπότην, τὸν φιλάνθρωπον, τὸν ἥμερον, τὸν ἀγαθὸν, τὸν πάντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας οἰκονομοῦντα; Ἐβουλεύσατό ποτε περὶ παντελοῦς ἀφανισμοῦ τοῦ γένους ἡμῶν, καὶ οὕτως ἡμῖν ὠργίσθη, ὡς ἀπολέσαι ἡμᾶς μετὰ γυναικῶν καὶ παίδων καὶ θηρίων καὶ κτηνῶν καὶ τῆς γῆς ἁπάσης. Καὶ εἰ βούλει, ἐγώ σε ποιήσω καὶ τῆς ἀποφάσεως αὐτῆς ἀκοῦσαι· Ἐξαλείψω γὰρ, φησὶ, τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ κτήνη, ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα τὸν ἄνθρωπον.

Καὶ ἵνα μάθῃς ὅτι οὐ τὴν φύσιν ἡμῶν ἐμίσει, ἀλλὰ τὴν κακίαν ἀπεστρέφετο, ὁ εἰπὼν, ὅτι Ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, λέγει τῷ ἀνθρώπῳ· Καιρὸς παντὸς ἀνθρώπου ἥκει πρός με. Εἰ δὲ τὸν ἄνθρωπον ἐμίσει, οὐκ ἂν ἀνθρώπῳ διελέχθη. Νῦν δὲ ὁρᾷς αὐτὸν οὔτε βουλόμενον ποιῆσαι, ὅπερ ἠπείλησε ποιῆσαι, ἀλλὰ καὶ ἀπολογούμενον τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτίμῳ φίλῳ διαλεγόμενον καὶ λέγοντα τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι, οὐχ ἵνα