2
ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, παὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα 51.243 πνευματικὸν ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν· μηδὲ εἰδωλολάτρας γίνεσθαι, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ ἀνέστησαν τοῦ παίζειν. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ, εἰκοσιτρεῖς χιλιάδες. Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Καὶ δοκεῖ μὲν εἶναι σαφῆ τὰ λεγόμενα, παρέχει δέ τινα διαπόρησιν οὐ τὴν τυχοῦσαν τοῖς προσέχουσι. Καὶ γὰρ ἄξιον ζητῆσαι πρῶτον, τίνος ἕνεκεν τὰς παλαιὰς αὐτὸς ἐμνημόνευσεν ἱστορίας, ἐκ ποίας ἀκολουθίας περὶ εἰδωλοθύτων διαλεγόμενος εἰς ταύτην ἐνέπεσε τὴν διήγησιν, τὰ ἐπὶ τῆς ἐρήμου φέρων εἰς μέσον. Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ὁ μακάριος ἐκεῖνος φθέγγεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκολουθίας καὶ ἀκριβῆ διατηρῶν πανταχοῦ τῶν ὑπ' αὐτοῦ λεγομένων τὴν συμφωνίαν. Τίνος οὖν ἕνεκεν, καὶ πόθεν εἰς ταύτην ἐνέπεσε τὴν ἱστορίαν; Ἐπετίμα τοῖς ἁπλῶς καὶ ἀνεξετάστως εἰς τὰ εἴδωλα εἰσιοῦσι, καὶ μιαρᾶς ἀπογευομένοις τραπέζης, καὶ εἰδωλοθύτων ἁπτομένοις· καὶ δείξας, ὅτι διπλῆν ἀπὸ τοῦ πράγματος ὑπομένουσι βλάβην, τούς τε ἀσθενεῖς πλήττοντες, καὶ αὐτοὶ κοινωνοὶ δαιμόνων γινόμενοι, καὶ καταστείλας αὐτῶν ἱκανῶς τὰ φρονήματα διὰ τῶν ἔμπροσθεν εἰρημένων, καὶ παιδεύσας, ὅτι δεῖ τὸν πιστὸν μὴ τὸ ἑαυτοῦ βλέπειν μόνον, ἀλλὰ καὶ τὸ τῶν πολλῶν, βουλόμενος αὐτοῖς ἐπιτεῖναι τὸν φόβον, παλαιῶν αὐτοὺς ἀναμιμνήσκει διηγημάτων. Ἐπειδὴ γὰρ ἐκεῖνοι μέγα ἐφρόνουν, ὡς πιστοὶ, καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμφωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παιδεύει ἱστορίας.
βʹ. Ἀλλὰ καὶ τοῦτο αὐτὸ πάλιν πολλῆς γέμει ζητήσεως. Τίνος ἕνεκεν οὐκ ἀπὸ
τῶν τοῦ Χριστοῦ ῥημάτων αὐτοῖς διαλέγεται τῶν ἐν Εὐαγγελίῳ κειμένων, οὐδὲ γεέννης αὐτοὺς ἀναμιμνήσκει, καὶ σκότους ἐξωτέρου, καὶ σκώληκος ἰοβόλου, καὶ δεσμῶν ἀθανάτων, καὶ πυρὸς τοῦ ἡτοιμασμένου τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ τῶν ἄλλων τῶν ἀποῤῥήτων κολάσεων; Εἰ γὰρ φοβῆσαι ἐβούλετο, ἀπὸ τῶν μειζόνων τοῦτο ποιῆσαι ἔδει, οὐκ ἀπὸ τῶν ἐν τῇ ἐρήμῳ. Ἐκεῖνοι μὲν γὰρ, εἰ καὶ ἐκολάσθησαν, ἀλλ' ἡμερώτερον καὶ προσκαίρως, καὶ ἐν ἡμέρᾳ μιᾷ· οὗτοι δὲ ἀθάνατα μέλλουσι τιμωρεῖσθαι καὶ χαλεπώτερα. Τίνος οὖν ἕνεκεν ἐκεῖθεν αὐτοὺς ἐφόβησεν, οὐδὲ ἀνέμνησε τῶν τοῦ Χριστοῦ ῥημάτων; Καὶ γὰρ ἠδύνατο λέγειν πρὸς αὐτούς· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, οἵους ὁ Χριστὸς ἔθηκε νόμους περὶ τῶν πίστιν μὲν ἐχόντων, βίον δὲ ἄριστον οὐκ ἐπιδεικνυμένων. Καὶ γὰρ θαύματα ποιήσαντας ἀνθρώπους, καὶ προφητείαν ἐπιδεικνυμένους ἐξέβαλε τῆς βασιλείας τῶν οὐρανῶν, λέγων· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι 51.244 προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν;
Καὶ τότε ὁμολογήσω αὐτοῖς, Ὑπάγετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ τὰς παρθένους δὲ οὐχ ὑπὲρ πίστεως ἐγκαλῶν καὶ δογμάτων, ἀλλ' ὑπὲρ βίου διεφθαρμένου καὶ ἀπανθρωπίας καὶ ὠμότητος, ἀπέκλεισε τοῦ νυμφῶνος· καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια, διὰ τοῦτο δεδεμένον