2
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν
πίστει, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
αʹ. Μέγα τὸ τοῦ Ἀποστόλου ἀξίωμα ἦν, μέγα καὶ θαυμαστόν· καὶ πανταχοῦ ὁρῶμεν τὸν Παῦλον προτιθέντα τὰς αἰτίας τοῦ ἀξιώματος, οὐχ ὡς ἁρπάζοντα τὴν τιμὴν, ἀλλ' ὡς ἐγχειρισθέντα, καὶ ἀνάγκην ἔχοντα. Καὶ γὰρ ὅταν λέγῃ κλητὸν ἑαυτὸν, καὶ ὅταν λέγῃ, ∆ιὰ θελήματος Θεοῦ, καὶ πάλιν ἀλλαχοῦ, Ἀνάγκη γάρ μοι ἐπίκειται, καὶ ὅταν εἰς τοῦτο ἀφωρίσθαι λέγῃ, ταῦτα πάντα ἀναίρεσις φιλοτιμίας καὶ ἀλαζονείας ἐστίν. Ὥσπερ γὰρ ὁ ἐπιπηδῶν μὴ δεδομένῃ παρὰ Θεοῦ τιμῇ, μέμψεως ἄξιος τῆς ἐσχάτης· οὕτως ὁ διακρουόμενος καὶ ἀποπηδῶν, ἑτέρων ἐστὶν ἐγκλημάτων ὑπεύθυνος, παρακοῆς καὶ ἀπειθείας. Τοῦτο γοῦν καὶ νῦν ἐν ἀρχῇ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς ὁ Παῦλός φησιν, οὕτω λέγων, Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ. Οὐκ εἶπεν ἐνταῦθα, Παῦλος κλητὸς, ἀλλὰ, Κατ' ἐπιταγήν. Ἵνα γὰρ μή τι ἀνθρώπινον πάθῃ ὁ Τιμόθεος, νομίζων ἐξ ἴσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς μαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. Καὶ ποῦ ἐπέταξεν αὐτῷ ὁ Θεός; Εὑρίσκεται τὸ Πνεῦμα λέγον ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Καὶ πανταχοῦ δὲ γράφων προστίθησι τὸ ὄνομα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα μὴ νομίζειν ἀνθρώπινα εἶναι τὰ λεγόμενα· ὁ γὰρ Ἀπόστολος οὐδὲν ἂν ἴδιον λέγοι· καὶ εἰπὼν Ἀπόστολον, εὐθέως τοῦ ἀκροατοῦ τὴν διάνοιαν εἰς τὸν ἀποστείλαντα παραπέμπει. ∆ιὰ τοῦτο πασῶν τῶν ἐπιστολῶν τοῦτο προτίθησιν, ἀξιόπιστον τὸν λόγον ποιῶν, καὶ οὕτω λέγων· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν. Καὶ μὴν οὐδαμοῦ φαίνεται ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ πανταχοῦ ὁ Χριστὸς αὐτῷ διαλέγεται· τί γάρ φησι; Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε· καὶ πάλιν, Καίσαρί σε δεῖ παραστῆναι. Ἀλλ' ἅπερ ἂν ὁ Υἱὸς ἐπιτάξῃ, [καὶ] ταῦτα τοῦ Πατρὸς ἐπιτάγματα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύ 62.504 ματος τοῦ Υἱοῦ. Ἰδοὺ γὰρ ἐξεπέμφθη, ὑπὸ τοῦ Πνεύματος, ἀφωρίσθη ὑπὸ τοῦ Πνεύματος, καί φησιν ἐπιταγὴν εἶναι Θεοῦ. Τί οὖν; μὴ ἄρα ἐλαττοῖ τοῦ Υἱοῦ τὴν ἐξουσίαν τὸ τὸν Ἀπόστολον αὐτοῦ κατ' ἐπιταγὴν τοῦ Πατρὸς πεπέμφθαι; Οὐδαμῶς· ὅρα γὰρ πῶς αὐτὴν κοινὴν ἐποίησεν. Εἰπὼν γὰρ, Κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, ἐπήγαγε, Καὶ Κυρίου Χριστοῦ Ἰησοῦ, τῆς ἐλπίδος ἡμῶν. Ὅρα πῶςκυρίως τὰ ἐπώνυμα τέθεικε. Καὶ μὴν ὁ Ψαλμῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι, λέγων, Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς· καὶ πάλιν ὁ μακάριος Παῦλος γράφων ἑτέρωθί φησιν, Εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ. Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑπομένειν, καὶ πολλῷ τῶν μαθητῶν πλείονας. Πατάξω γὰρ, φησὶ, τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα. Ἐπεὶ οὖν τοῦτο γίνεται, σφοδρότερον κατ' αὐτῶν ὁ διάβολος πνεῖ, ἅτε ἐν τῇ τούτων ἀναιρέσει καὶ τοῦ ποιμνίου διασπειρομένου. Πρόβατα μὲν γὰρ ἀποκτείνας, τὸ ποίμνιον ἠλάττωσε· τὸν δὲ ποιμένα ἐκ μέσου ποιήσας, ὁλόκληρον τὴν ποίμνην ἐλυμήνατο. Ἅτε οὖν ἐν ἐλάττονι πόνῳ μείζονα ἐργαζόμενος, καὶ ἐν μιᾷ ψυχῇ τὸ πᾶν λυμαινόμενος, τούτοις ἐφίσταται μᾶλλον. ∆ιὰ τοῦτο εὐθέως ἐκ προοιμίων αὐτοῦ τὴν ψυχὴν ἀνιστᾷ λέγων, Σωτῆρα τὸν Θεὸν ἔχομεν, καὶ ἐλπίδα τὸν Χριστόν. Πολλὰ πάσχομεν, ἀλλ' ἔχομεν ἐλπίδας μεγάλας· κινδυνεύομεν, ἐπιβουλευόμεθα, ἀλλ' ἔχομεν σώζοντα, οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. Οὔτε οὖν ὁ σώζων ἀσθενεῖ· Θεὸς γάρ ἐστι, καὶ οἷοι ἐὰν ὦσιν οἱ κίνδυνοι, οὐ περιέσονται ἡμῶν· οὔτε ἡ ἐλπὶς καταισχύνεται· Χριστὸς γάρ ἐστι. ∆ύο γὰρ τούτοις φέρομεν τοὺς κινδύνους, ἢ ταχέως