1

 2

 3

 4

2

λέγοντος· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Ὢ τάξις ἄτακτος, καὶ νόμος ἄνομος, παρὰ διαβόλου πεμπόμενος, παρὰ δαιμόνων γραφόμενος, ὑπὸ τῶν Ἰουδαίων μέχρι τοῦ νῦν φυλαττόμενος! Ποῖος οὗτος νόμος, τὸ τοὺς μὲν φονεῖς περισώζεσθαι, τοῦτον δὲ τὸν τοῖς φονευθεῖσι τὴν ζωὴν χαριζόμενον ἀπόλλυσθαι; Τὸν γὰρ Βαραββὰν ἐπὶ στάσει καὶ φόνῳ εὑρεθέντα ἠξίωσαν Πιλᾶτον ἀπολυθῆναι, τὸν δὲ Ἰησοῦν τὸν τοὺς ὑπὸ τοῦ διαβόλου φονευθέντας ζωοποιήσαντα ἠξίωσαν σταυρωθῆναι. Καὶ ἐξελθόντες, φησὶ, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ γνώμης ἀγνώμονος, καὶ βουλῆς ἀβουλίας μεμεστωμένης! Ἡ πηγὴ τῶν ἀγαθῶν ποταμηδὸν αὐτοῖς τὰς εὐεργεσίας ἔβλυζεν, οἱ δὲ καὶ ἀντλοῦντες τὴν χάριν, φονοκτόνους βουλὰς ἐν καρδίαις ἐρεύγοντο.

Οἱ τὰ τραύματα αὐτῶν ἔχοντες, ἰώμενοι τῶν ὀδυνῶν ἀπηλλάττοντο· ἐκεῖνοι δὲ ἐν μὲν τῷ σώματι μὴ ἔχοντες τραύματα, ὑπὸ τοῦ φθόνου κεντούμενοι ὠδυνῶντο. Οἱ πεινῶντες αὐτῶν ἐπ' ἐρημίαις, εἰς κόρον ἐτρέφοντο· κἀκεῖνοι ἐν εὐθηνίᾳ πίστεως ὑπὸ ἀπιστίας ἐφθείροντο. Τὸ ὕδωρ εἰς οἶνον μετεβάλλετο· κἀκεῖνοι τοῦ οἴνου μὴ γευσάμενοι, τῷ φθόνῳ μεθύοντες περι 61.708 εφέροντο. Εἶδον τῆς αἱμοῤῥοούσης σταλείσας τὰς τοῦ αἵματος ῥύσεις· κἀκεῖνοι τῇ βασκανίᾳ τηκόμενοι κατέσταζον. Οἱ δαιμονιῶντες αὐτῶν, τῶν δαιμόνων ἐλευθερούμενοι ἐσωφρόνουν, κἀκεῖνοι ὑπὸ τοῦ φθόνου κινούμενοι χειρόνως τῶν δαιμονώντων ἐμαίνοντο· οἱ τυφλοὶ αὐτῶν ὀφθαλμοὺς μὴ ἔχοντες ἐφωτίζοντο, κἀκεῖνοι ὀφθαλμοὺς ἔχοντες ἐσκοτίζοντο. Τῶν κωφῶν, ὡς ἀρτίως ἠκούομεν, ὁ εἷλιξ τῆς ἀκοῆς ἠνοίγετο· κἀκείνων ἡ καρδία ἰλιγγοειδὴς βουλὰς φόνου περιέστρεφεν. Ἡ θάλασσα τὰ ἑαυτῆς κύματα καταστείλασα, πρὸς ἐπίβασιν ἑαυτὴν τοῦ ∆εσπότου ἡτοίμασε· κἀκείνων ἡ καρδία κύματα λογισμῶν θανατηφόρα διὰ στόματος ἤφριζε. Βαρύτατοι ἄνεμοι τὴν βιαίαν τοῦ πνεύματος θύελλαν εἰς πραεῖαν αὔραν ἐγαληνίαζον· κἀκεῖνοι τῇ ζάλῃ τοῦ φθόνου κλονούμενοι, σταυροῦ χειμῶνα ἐσύριζον. Ὦ φθόνε ῥίζα θανάτου, ἡ πολύπλοκος νόσος καρδίας, ὀξύτατε ἧλε! ποῖος γὰρ ἧλος ὀξύτατος οὕτω κεντᾷ, ὡς ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν καρδίαν τιτρώσκει; ποία δὲ νόσος οὕτω τὸ τῆς ὄψεως κάλλος ἀφανίζει, ὡς ὁ φθόνος τὸ τῆς ψυχῆς καλλίπνοον ἄνθος, τὴν ἀγάπην, μαραίνει; Τὸ πῦρ ὕδωρ σβέννυσι, τὸν δὲ φθόνον μυρίαι πηγαὶ διδασκάλων οὐ παύουσι· μία ἀκόνη τὸν ἰὸν τοῦ σιδήρου ἀποσμήχει, οἱ δὲ πέντε λίθοι τοῦ ∆αυῒδ τὸν φθόνον ἐν τῷ Σαοὺλ πλεῖον ἐξήγειραν.

Λέγεται εἶναι ἡ σαῦρα χλωρά· ἀλλ' οὐκ ἔστι τῶν φθονερῶν χλωροτέρα. Ὥσπερ γὰρ σκώληξ τὴν καρδίαν τοῦ δένδρου κατὰ μέρος ἐκτρώγων ξηραίνει, ὡσαύτως ὁ φθόνος τὴν καρδίαν τοῦ ἔχοντος αὐτὸν κατὰ μέρος ἐκβιβρώσκων μαραίνει. Καὶ ὅσα ἂν εἴπωμεν, ἀγαπητὲ, περὶ τοῦ φθόνου, οὔπω ἠρξάμεθα λέγειν αὐτοῦ τὴν κακίαν· κἂν γλῶσσαι ῥητόρων, κἂν λόγοι φιλοσόφων, κἂν ῥήσεις διδασκάλων, ἐξειπεῖν οὐκ ἰσχύσουσι. Πλήρωμα οὖν νόμου ἐστὶν ἀγάπη τοῦ λόγου, καὶ πλήρωμα φόνου ἐστὶν ἡ κακία τοῦ φθόνου. Ὦ φθόνε, πλοῖον πισσοειδὲς, ταρτάρινον, ναυαγιοφόρον! σὸς ναύκληρός ἐστιν ὁ διάβολος, κυβερνήτης ὁ ὄφις, καὶ Κάϊν πρωρεύς. Τὴν γὰρ ἐνθήκην σοι τῶν κακῶν ὁ διάβολος ἔδωκε· ὁ δὲ ὄφις κυβερνήσας τὸν Ἀδὰμ εἰς ναυάγιον θανάτου κατήνεγκε· Κάϊν δὲ πρωρεὺς, ἐπειδὴ διὰ σὲ, φθόνε, πρῶτος αὐτὸς τὸν φόνον εἰργάσατο. Σοὶ ἱστός ἐστιν ἀπ' ἀρχῆς ἐν παραδείσῳ ἡ τοῦ ξύλου παρακοὴ, σὰ σχοινία εἰσὶν αἱ σειραὶ τῶν ἁμαρτιῶν, σοὶ ἐπιβάται εἰσὶν οἱ φθονεροὶ, ναῦται οἱ δαίμονες, κῶπαι οἱ δόλοι, αὐχὴν ἡ ὑπόκρισις, παρασχαρῖται οἱ φθονεροί. Ὢ πλοῖον μυριοφόρον κακῶν!

Ἐὰν ζητήσῃς ὑπόκρισιν, ἐκεῖ εὑρίσκεται· ἐὰν δόλον, ἐκεῖ γεννᾶται. Φθόνος ἐκεῖ πολιτεύεται, ἔχθραι, μάχαι, ἀπάτη, φιλονεικία, λοιδορία, κακολογία, βλασφημία, καὶ ὅσα ἂν εἴπωμεν, καὶ ὅσα ἂν παραλείπωμεν, ταῦτα πάντα τὸ ταρτάρινον πλοῖον τοῦ φθόνου βαστάζει. Τοῦτο τὸ πλοῖον τοῦ φθόνου κατακλυσμὸς