1

 2

 3

 4

 5

 6

2

ἀρχὴν ἔλαβε τοῦ κρατεῖν ἐπὶ Αὐγούστου, τότε δὴ καὶ ὁ Χριστὸς ἐτέχθη. Ἀρχὴ Ῥωμαίων ἀρχὴ κηρύγματος, ἡ τετάρτη τῶν χρόνων βασιλεία. Ἔστι γὰρ ἰδεῖν μυστικῶς ταῦτα παρὰ τοῖς προφήταις τεταμιευμένα· οὐδὲν γὰρ ἄγραφον κεῖται οὔτε ἐν τῇ Καινῇ, οὔτε ἐν τῇ Παλαιᾷ· ἀλλὰ προέλαβε τὴν Καινὴν ἡ Παλαιὰ, καὶ ἡρμήνευσε τὴν Παλαιὰν ἡ Καινή. Καὶ πολλάκις εἶπον, ὅτι δύο ∆ιαθῆκαι, καὶ δύο παιδίσκαι, καὶ δύο ἀδελφαὶ, τὸν ἕνα ∆εσπότην δορυφοροῦσι. Κύριος παρὰ προφήταις καταγγέλλεται· Χριστὸς ἐν Καινῇ κηρύσσεται· οὐ καινὰ τὰ καινά· προέλαβε γὰρ τὰ παλαιά· οὐκ ἐσβέσθη τὰ παλαιά· ἡρμηνεύθη γὰρ ἐν τῇ Καινῇ. Ἴδοις γὰρ ἂν τὸν ∆ανιὴλ ἐκεῖνον τὸν νεώτερον τῇ ἡλικίᾳ, πολιὸν δὲ τῇ προφητείᾳ, ἐν τῇ Βαβυλῶνι 50.797 προφητεύοντα.

∆ιὰ τί ἐν Βαβυλῶνι, Ἠχμαλώτιστο γὰρ ὁ λαὸς εἰς Βαβυλῶνα, καὶ ἑβδομήκοντα ἔτη ἐν γῇ Ἀσσυρίων ἐπεποιήκει. Ἐκεῖ οὖν γεννᾶται ὁ ∆ανιὴλ, ἐκεῖ ἀνατρέφεται, οὐδὲν βλαβεὶς ἐκ τῆς ἀλλοφύλου γῆς. Εἶχε γὰρ τὸ φρόνημα τὸ πατρικόν· καὶ γίνεται ἐκ νεότητος προφήτης, καὶ κατέλαβεν αὐτοῦ τὸ ἅγιον Πνεῦμα τὴν ψυχὴν, καὶ ὀκτωκαιδεκαέτης γενόμενος, τῆς προφητείας ἀπήρξατο. Καὶ πολλὰ μέν ἐστιν ἃ προφητεύει, ἑρμηνεύει δὲ καὶ τέσσαρας βασιλείας. Εἶδε γὰρ ὁ Ναβουχοδονόσορ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐν εἰκόνι τέσσαρας διαφορὰς, ἓν μὲν σῶμα, τέσσαρα δὲ χρώματα. Ἡ γὰρ εἰκὼν εἶχε μὲν τὴν κεφαλὴν χρυσῆν, εἶχε δὲ τὸ στῆθος ἀργύρεον, εἶχε δὲ τὴν κοιλίαν χαλκῆν, εἶχε δὲ τοὺς πόδας σιδηροῦς, καὶ ἀπὸ τεσσάρων ὑλῶν συνέκειτο ἡ εἰκών. Καὶ εἶδε μὲν ὁ βασιλεύς· οὐκ ἦν δὲ ὁ ἑρμηνεύων. Ἦλθον οἱ μάγοι, ἦλθον οἱ Χαλδαῖοι, οἱ μάντεις προεβλήθησαν, οἱ πλανῶντες ἀεὶ τὸν βασιλέα ἐκλήθησαν· καὶ τί φασιν; Εἰπὲ ἡμῖν τὸ ὄναρ, καὶ ἑρμηνεύομεν. Ὁ Θεὸς οὖν οἰκονομῶν, ἵνα μὴ συνήθως αὐτὸν ἀπατήσωσιν, ὑπεξαιρεῖ ἐκ τῆς μνήμης τοῦ βασιλέως τοῦ ὀνείρατος τὴν εἰκόνα· καὶ ἔλεγεν ὁ βασιλεύς· Εἴπατέ μοι τὸ ἐμὸν ὄναρ. Ἐκείνων δὲ σαφῶς ὁμολογούντων, ὄναρ ἄλλου διηγήσασθαι ἀδυνάτως ἔχειν, ἑρμηνεῦσαι δὲ μόνον ἐὰν ἀκούσωσιν, παρακαλεῖται ∆ανιὴλ μηνυθεὶς ὅτι δυνατὸς εἴη πρὸς ταῦτα, καὶ εἰσέρχεται πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ, ἔχων διὰ τοῦ ἁγίου Πνεύματος τοῦ ὀνείρατος τὴν ἀποκάλυψιν, καὶ λέγει πρὸς τὸν βασιλέα· Βασιλεῦ, τάδε καὶ τάδε εἶδες. Καὶ ἅμα τοῖς λόγοις τοῦ προφήτου ἀνελάμβανε τὴν μνήμην τοῦ ὀνείρατος ὁ ἀκούων· καὶ γέγονεν ἡ ἀκοὴ ἀνάμνησις τῆς θέας. Ἑρμηνεύει τοίνυν αὐτὸ ὁ προφήτης· ἦν γὰρ λοιπὸν ἀξιόπιστος ὁ ἑρμηνεύων μετὰ τὴν ἐπαγγελίαν αὐτοῦ τοῦ ὀνείρατος, καὶ λέγει· Ἡ εἰκὼν ἣν εἶδες, τέσσαρές εἰσι βασιλεῖαι· τέσσαρες γὰρ βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς. Ἐκείνη μέντοι ἡ εἰκὼν ὁλόκληρος ἦν· καὶ ἓν σῶμα εἱστήκει. Εἶδες δὲ, βασιλεῦ, ὅτι λίθος ἐτμήθη ἄνευ χειρῶν, καὶ συνέτριψε τὴν εἰκόνα, καὶ ὁ λίθος κατέσχε καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτ' ἔστιν ὃ εἶδες· τέσσαρας βασιλείας εἶδες· Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. Πρῶτοι γὰρ Ἀσσύριοι ἐβασίλευσαν, πλουσιώτατοι λίαν καὶ λαμπρότατοι καὶ τρυφερώτατοι. Καὶ λέγει αὐτῷ· Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ· καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἥττων σου.

Μετὰ γὰρ τοὺς Ἀσσυρίους βασιλεύουσι Πέρσαι καὶ Μῆδοι· γεγόνασι δὲ φαιδρότατοι καὶ οὗτοι. Τρίτη βασιλεία ἀναστήσεται ἡ χαλκῆ, ἡ τῶν Ἑλλήνων βασιλεία καὶ Μακεδόνων· ὅπου Ἀλέξανδρος ὢν ἐν τῇ Ἑλλάδι, ζεύξας ἐπέδραμε τῇ Περσίδι, καὶ κατέλυσε μὲν τὸν ∆αρεῖον, ὑπὸ δὲ τὴν ἰδίαν ἐξουσίαν ἤγαγε τὴν ἀρχήν. Χαλκῷ τοίνυν παρεβλήθη, διὰ τὸ εὔηχον τῆς ὁμιλίας καὶ τῆς γλώττης. Ἕλληνες γὰρ οἱ σὺν Ἀλεξάνδρῳ, καὶ αὐτὸς ὁ Ἀλέξανδρος, ὑπάρχοντες εὔγλωττοι τὴν ὁμιλίαν, χαλκῷ παρεβλήθησαν· χρυσὸς γὰρ λαμπρὸς μέν ἐστιν, οὐ μὴν εὔηχος· ὁμοίως δὲ καὶ ὁ ἄργυρος χαλκὸς δὲ τῇ μὲν ὕλῃ ἐλάττων, εὔηχος δέ ἐστι κατὰ τὴν ἠχήν. Λέγει τοίνυν· Τρίτη βασιλεία ἡ διὰ τοῦ χαλκοῦ σημαινομένη· τετάρτη δὲ βασιλεία ἡ τελευταία σιδηρᾶ. Ποιμανεῖς τοίνυν αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Ὅρα συμφωνίαν τῆς