1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

ὅμως σκληρὸν ἐκάλει τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον δεσπότην ὁ δοῦλος. Τοιαῦται γὰρ τῶν ἀγνωμόνων καὶ ῥᾳθύμων οἰκετῶν αἱ συνήθειαι· τῶν οἰκείων ἁμαρτημάτων εἰς τοὺς δεσπότας ἀεὶ μετατιθέασι τὰς αἰτίας. ∆ιὰ τοῦτο στρεβλούμενος καὶ δεσμούμενος ἐκεῖνος εἰς τὸ σκότος ἐξήγετο τὸ ἐξώτερον. Ὅπερ ἵνα μὴ ἡμεῖς πάθωμεν, καταβάλλωμεν τὴν διδασκαλίαν ἐπὶ τοὺς ἀδελφοὺς, κἂν πείθωνται, κἂν μὴ πείθωνται. Πειθόμενοι μὲν γὰρ, καὶ ἑαυτοὺς καὶ ἡμᾶς ὠφελήσουσι· μὴ πειθόμενοι δὲ, αὐτοῖς μὲν ἀπαραίτητον ἐπισπῶνται κόλασιν, ἡμᾶς δὲ οὐδὲ τὸ τυχὸν παραβλάψαι δύναιντ' ἄν. Τὸ γὰρ ἡμέτερον ἐποιήσαμεν, συμβουλεύσαντες· εἰ δὲ μὴ πείθοιντο, οὐδὲν ἡμῖν ἐκ τούτου γένοιτ' ἂν βλάβος. Ἔγκλημα γὰρ, οὐ τὸ μὴ πεῖσαι, ἀλλὰ τὸ μὴ συμβουλεῦσαι· μετὰ δὲ τὴν παραίνεσιν καὶ τὴν συμβουλὴν, τὴν διηνεκῆ καὶ τὴν συνεχῆ, οὐκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ἔσται ὁ λόγος τῷ Θεῷ. Ἐβουλόμην γοῦν εἰδέναι σαφῶς, ὅτι παραινοῦντες αὐτοὺς διατελεῖτε, καὶ εἰ διαπαντὸς μένουσιν ἐπὶ τῆς ῥᾳθυμίας ἐκεῖνοι, καὶ οὐκ ἂν ὑμῖν οὐδέποτε ἠνόχλησα· νῦν δέδοικα, μή ποτε ἐκ τῆς ὑμετέρας ὑπεροψίας καὶ ἀμελείας μένωσιν ἀδιόρθωτοι. Καὶ γὰρ ἀμήχανον ἄνθρωπον συνεχῶς ἀπολαύοντα παραινέσεως καὶ διδασκαλίας, μὴ γενέσθαι βελτίω καὶ σπουδαιότερον. Καὶ δημώδης μέν ἐστιν ἡ παροιμία, ἣν ἐρεῖν μέλλω· πλὴν ἀλλ' αὐτὸ τοῦτο συνίστησι. Πέτραν γὰρ κοιλαί 51.174 νει, φησὶ, ῥανὶς ὑδάτων ἐνδελεχοῦσα. Καίτοι τί μαλακώτερον ὕδατος; τί δὲ πέτρας σκληρότερον; Ἀλλ' ὅμως ἡ ἐνδελέχεια τὴν φύσιν ἐνίκησεν. Εἰ δὲ φύσιν ἐνδελέχεια νικᾷ, πολλῷ μᾶλλον προαιρέσεως δύναιτ' ἂν περιγενέσθαι. Οὐκ ἔστι παίγνια ὁ Χριστιανισμὸς, ἀγαπητοὶ, οὐδὲ πρᾶγμα πάρεργον. Συνεχῶς ταῦτα λέγομεν, καὶ οὐδὲν πλέον ποιοῦμεν. βʹ. Πῶς οἴεσθέ με ὀδυνᾶσθαι, ἀναμιμνησκόμενον ὅτι ἐν μὲν ταῖς πανηγύρεσι πελάγη θαλάττης μακρὰ μιμεῖται τῶν συνάξεων τὰ πλήθη, νῦν δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους ἐκείνου μέρος ἐνταῦθα συλλέγεται; Ποῦ νῦν εἰσιν οἱ διενοχλοῦντες ἡμᾶς ἐν ταῖς ἑορταῖς; Ἐκείνους ἐπιζητῶ, καὶ δι' ἐκείνους ὀδύρομαι, ἐννοῶν ὅσον πλῆθος ἀπόλλυται τῶν σωζομένων, ὅσην ἀδελφῶν ὑπομένω ζημίαν, πῶς εἰς ὀλίγους τὰ τῆς σωτηρίας περιίσταται, καὶ τὸ πλέον τοῦ σώματος τῆς Ἐκκλησίας μέρος νεκρῷ καὶ ἀκινήτῳ προσέοικε σώματι. Καὶ τί πρὸς ἡμᾶς, φησί; Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα τοὺς μὴ θεραπεύοντας, τοὺς μὴ παραινοῦντας καὶ συμβουλεύοντας, πρὸς ὑμᾶς οὐκ ἐπιτιθέντας ἀνάγκην, καὶ μετὰ βίας ἕλκοντας, καὶ τῆς πολλῆς ἀπάγοντας ῥᾳθυμίας. Ὅτι γὰρ οὐχ ἑαυτῷ χρήσιμον εἶναι χρὴ μόνον, ἀλλὰ καὶ πολλοῖς, ἐδήλωσεν ὁ Χριστὸς, ἅλας ἡμᾶς καὶ ζύμην καλέσας καὶ φῶς· ταῦτα δὲ ἑτέροις ἐστὶ χρήσιμα καὶ λυσιτελῆ. Καὶ γὰρ ὁ λύχνος οὐχ ἑαυτῷ φαίνει, ἀλλὰ τοῖς ἐν σκότῳ καθημένοις· καὶ σὺ λύχνος εἶ, οὐχ ἵνα τοῦ φωτὸς ἀπολαύσῃς μόνος, ἀλλ' ἵνα ἐκεῖνον τὸν πεπλανημένον ἐπαναγάγῃς. Τί γὰρ ὄφελος λύχνου, ὅταν μὴ φαίνῃ τῷ ἐν τῷ σκότει καθημένῳ; τί δὲ ὄφελος Χριστιανοῦ, ὅταν μηδένα κερδάνῃ μηδὲ πρὸς ἀρετὴν ἐπαναγάγῃ; Πάλιν τὸ ἅλας οὐχ ἑαυτὸ ἐπισφίγγει μόνον, ἀλλὰ καὶ τὰ σεσηπότα τῶν σωμάτων συστέλλει, καὶ οὐκ ἀφίησι διαῤῥυέντα ἀπολέσθαι. Οὕτω δὴ καὶ σὺ, ἐπειδὴ ἅλας σε κατεσκεύασεν ὁ Θεὸς πνευματικὸν, τὰ σεσηπότα μέλη, τουτέστι, τοὺς ῥᾳθύμους ἀδελφῶν καὶ βαναύσους ἐπίσφιγξον καὶ σύστειλον, καὶ τῆς ῥᾳθυμίας, ὥσπερ τινὸς σηπεδόνος, ἀπαλλάξας, ἕνωσον τῷ λοιπῷ σώματι τῆς Ἐκκλησίας. ∆ιὰ τοῦτό σε καὶ ζύμην ἐκάλεσε· καὶ γὰρ καὶ ἡ ζύμη οὐχ ἑαυτὴν ζυμοῖ, ἀλλὰ τὸ λοιπὸν φύραμα τὸ πολὺ καὶ ἄφατον ἡ μικρὰ καὶ βραχεῖα. Οὕτω δὴ καὶ ὑμεῖς· εἰ καὶ ὀλίγοι ἐστὲ κατὰ τὸν ἀριθμὸν, ἀλλὰ πολλοὶ καὶ