2
∆ιπλοῦς κόσμος ἄνθρωπος, καὶ τῶν ἄνω τὸ συγγενὲς ἔχων τὴν ψυχὴν, καὶ τῶν κάτω τὸ σῶμα, σύνδεσμός τις καὶ γέφυρα, ἕνα δημιουργὸν ἔχων, τὸν τὰ ἄνω καὶ τὰ κάτω ἐργασάμενον· καὶ καθάπερ παρθένος, ἐμπέπλεκται ἡ ψυχὴ ἐν μέσῳ τῷ σώματι. Ἐπεὶ οὖν διπλῆ γέγονεν ἡ οὐσία, διπλῆ αὐτῆς καὶ ἡ χρεία. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· διπλῆ αὐτῆς καὶ ἡ χρεία. Ἔστι σῶμα, καὶ ἔστι ψυχή. Ὥρισε τῷ σώματι τροφὴν, καὶ τῇ ψυχῇ λόγον· τρέφεται τὸ σῶμα ἄρτῳ, τρέφεται καὶ ἡ ψυχὴ τῷ λόγῳ· ἔχει ἔνδυμα τὸ σῶμα, ἱμάτια· ἔχει ἔνδυμα καὶ ἡ ψυχὴ, τὴν ἀρετήν. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη· οὐ περὶ αἰσθητῶν ἱματίων λέγουσα ἡ Γραφὴ, ἀλλὰ περὶ τῶν τῆς ἀρετῆς. Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς. Τί οὖν; ∆ιπλοῦς ὁ ἄνθρωπος, καὶ διπλῆ ἡ οὐσία· καὶ δεῖται ἡ ψυχὴ λόγου διδάσκοντος, νοοῦντος, ἀπωθουμένου τὰ πάθη, διορθοῦντος τὰ τραύματα.
Μὴ τοίνυν τὴν αἰσθητὴν μόνον προσέχωμεν τράπεζαν, ἀλλὰ καὶ τὴν νοερὰν ὑμῖν παραθῶμεν ἀπὸ τῶν Παύλου ῥημάτων τὴν ἑστίασιν ὑμῖν ἐργαζόμενοι, καὶ τὸν σκηνοποιὸν εἰς μέσον ἄγοντες, τὸν ἰδιώτην, τὸν ἀμαθῆ, τὸν τῆς οἰκουμένης διδάσκαλον, τὸν τοῖς δαίμοσι φοβερὸν, τὸν νοσήματα ἐλαύνοντα, τὸν ἄνω καὶ κάτω περιτρέχοντα, τὸν εἰς παράδεισον ἐλθόντα, τὸν εἰς τρίτον ἀνελθόντα οὐρανὸν, τὸν ἐν τῇ τέχνῃ τοσαύτην ἔχοντα τὴν χάριν, τὸν οὐ παρὰ τῆς τέχνης διακωλυόμενον, ἀλλ' ἐπιτήδευμα μεταχειρίζοντα, καὶ λάμποντα τοῖς κατορθώμασιν. Ἄγωμεν αὐτὸν εἰς τὸ μέσον· οὐ γὰρ λαμβάνω αὐτοῦ κόρον τῶν ἐγκωμίων. Ἐραστὴς αὐτοῦ εἰμι τοῦ κάλλους· οὐ γάρ ἐστι σωματικὸν, ἵνα σήπηται, ἀλλὰ πνευματικὸν μηδέποτε μαραινόμενον. Τὸ σῶμα διελύθη, καὶ ἡ μορφὴ λάμπει ὑπὲρ τὸν ἥλιον. Ὁ ἥλιος ἄνω τρέχει, Παῦλος κάτω ἀντιτρέχει· ὁ μὲν αἰσθητὸν φαίνων φῶς, ὁ δὲ νοερὸν εἰς τὰς ψυχὰς εἰσάγων· ὁ μὲν ἐν νυκτὶ παραχωρῶν, ὁ δὲ καὶ ἐν νυκτὶ λάμπων. Ἔλαβε βασιλέας, καὶ εὐσεβείας ἐνέπλησεν· ἔλαβε γυναῖκας, καὶ ἀνδρῶν ἀνδρειοτέρας κατέστησεν· ἔλαβε νέους, καὶ γεγηρακότων συνετωτέρους κατεσκεύασεν· ἑκατέραν φύσιν, πᾶσαν ἡλικίαν κατώρθωσεν ὁ σμίλην ἔχων, ὁ δέρματα ῥάπτων· οὐ γὰρ παύσομαι συνεχῶς αὐτοῦ λέγων τὴν τέχνην.
Νύμφη παρεσκευασμένη, βασιλέων σεμνότερος, πλουσίων εὐπορώτερος, στρατιωτῶν δυνατώτερος, τειχῶν ἀσφαλέστερος· λύρα ἡ γλῶσσα, μέλιτος γλυκύτερος, θαλάσσης βαθύτερος, οὐρανοῦ ὑψηλότερος, πυρὸς θερμότερος, σιδήρου τομώτερος· Θεοῦ τὴν χάριν ἔχων, ναὸς τοῦ Θεοῦ, στόμα τοῦ Χριστοῦ, λύρα τοῦ Πνεύματος, τῶν κατηχουμένων κήρυξ, τῶν πιστῶν παιδοτρίβης, πανταχοῦ περιερχόμενος, τεῖχος μηδέποτε καταπῖπτον, ἐπιστολαὶ τὴν οἰκουμένην νικῶσαι καὶ τὴν κιβωτόν. βʹ. Καθάπερ γὰρ Νῶε σανίδας ῥάψας κιβωτὸν εἰργάσατο, οὕτω καὶ Παῦλος ἐπιστολὰς γράψας κατεσκεύασε κιβωτὸν νοεράν· αὕτη ἐκείνης βελτίων. Ἡ μὲν γὰρ ἐλάμβανε τὰ ἄλογα, καὶ ἐτήρει τὰ ἄλογα· αὕτη δὲ λαμβάνει τὰ ἄλογα, καὶ μεταβάλλει. Οἷόν τι λέγω· Εἰσῆλθεν εἰς τὴν κιβωτὸν λύκος, καὶ ἐξῆλθε λύκος· εἰσῆλθεν εἰς τὰς Παύλου ἐπιστολὰς λύκος, καὶ ἐξῆλθε πρόβατον· εἰσῆλθε μάγος, καὶ διωρθώθη· εἰσῆλθεν ὕπατος, καὶ βελτίων ἐγένετο. Καὶ ἐκείνη μὲν ἡ κιβωτὸς τὸν Νῶε διέσωσε μόνον μετὰ δύο ἢ τριῶν ὀνομάτων· αὕτη δὲ ἡ κιβωτὸς τὴν οἰκουμένην ἐσαγήνευσε. Πανταχοῦ πλέει καθ' ἑκάστην ἡμέραν, καὶ αἱ σανίδες οὐ διαλύονται· οὐ γὰρ πίσ 59.510 σῃ, ἀλλὰ Πνεύματί εἰσι κεχρισμέναι. Ἀπῆλθεν ὁ Νῶε ἐξ αὐτῆς, καὶ αὐτὴ πλέει· ἀπέθανε Παῦλος, καὶ ἡ κιβωτὸς ζῇ· καθ' ἑκάστην ἡμέραν σαγηνεύει, καὶ οὐ καταποντίζεται· ἔχει γὰρ τοῦ κυβερνήτου τῆς οἰκουμένης τὴν χάριν αὐτὴν κατέχουσαν. Ἐπεὶ οὖν τοιαῦται αἱ ἐπιστολαὶ, τοιαῦται αἱ σανίδες, τοιαύτη ἡ σωτηρία, φέρε δὴ τὴν γλῶτταν ἐνταῦθα ἀφήσωμεν, μίαν λέξιν ὑμῖν ἑρμηνεύοντες, καὶ πᾶσαν τὴν ὁμιλίαν εἰς ταύτην ἀναλίσκοντες.