2
ἀνίατα νενοσηκόσιν, ἐξαρπάσαι τιμωρίας ἀφορήτου, ψυχὴν βαφεῖσαν τῷ τῶν ἁμαρτημάτων ῥύπῳ τῆς κηλῖδος ἐκπλῦναι ἐκείνης, καὶ πρὸς τὴν ἄκραν ἀγαγεῖν καθαρότητα; Μὴ τοίνυν καταφρονῶμεν χήρας γυναικὸς, ἀλλὰ πᾶσαν περὶ αὐτὴν ἐπιμέλειαν ἐπιδείξωμεν. Προστάτις ἡμῶν ἐστιν ἡ ὄντως χήρα. Ἄξιον δὲ ἐπιστάντας ἰδεῖν, περὶ ποίας ἐνταῦθα χήρας φησί. Καὶ γὰρ καὶ ἐκεῖναι χῆραι λέγονται, αἱ εἰς εὐτέλειαν ἐσχάτην καταπεσοῦσαι, καὶ ἐγγεγραμμέναι, καὶ ἐκ τῶν ἐκκλησιαστικῶν τρεφόμεναι χρημάτων, καθάπερ οὖν ἐπὶ τῶν ἀποστόλων. Ἐγένετο γὰρ, φησὶ, γογγυσμὸς μεταξὺ τῶν Ἑλληνιστῶν, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Οὐχ αὗται δὲ μόνον χῆραι λέγονται, ἀλλὰ κἀκεῖναι, αἱ μηδενὸς μὲν δεόμεναι, ἀλλ' εὐπορίας ἀπολαύουσαι, καὶ οἰκίας προεστῶσαι, τὸν δὲ ἄνδρα ἀποβαλοῦσαι μόνον. Ἴδωμεν οὖν περὶ ποίας χήρας ἐνταῦθά φησι λέγων· Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα· ἆρα περὶ τῆς δεομένης βοηθείας καὶ χρείαν ἐχούσης ἐξ ἐκκλησιαστικῶν τρέφεσθαι χρημάτων, ἢ περὶ τῆς ἀνενδεοῦς καὶ ἐν εὐπορίᾳ ζώσης; Εὔδηλον ὅτι περὶ ταύτης. Περὶ μὲν γὰρ ἐκείνης ὅταν λέγῃ, τῆς λιμῷ διαφθειρομένης, οὐ χρόνον τίθησιν, οὐκ ἀκρίβειαν ἀπαιτεῖ τρόπων· ἀλλ' ἁπλῶς, Εἴ τις πιστὸς ἢ πιστὴ, φησὶ, χήρας ἔχει, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία. Οὐκ εἶπεν, Ὅταν ἑξήκοντα ἐτῶν γένη-ται· οὐκ εἶπεν, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε· καὶ μάλα εἰκότως. Ἔνθα μὲν γὰρ ἂν πενίαν διορθῶσαι δέοι, οὐκ ἀναμένει χρόνον. Τί γὰρ εἰ πεντήκοντα ἐτῶν οὖσα λιμῷ διαφθείροιτο; τί δὲ ἐὰν ἐν νεότητι τὸ σῶμα ἀνάπηρος οὖσα τύχοι; καθευδεῖται ἀναμένουσα τὸ ἑξηκοστὸν ἔτος; Ἀλλ' ἀπανθρωπίας τοῦτο ἐσχάτης. ∆ιὰ τοῦτο, ὅταν μὲν λιμὸν παραμυθήσασθαι δέοι, οὐδὲν περὶ χρόνων καὶ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀκριβολογεῖται· ὅταν δὲ μὴ ᾖ διορθώσασθαι πενίαν, ἀλλὰ τιμὴν κατ' ἀξίαν χαρίσασθαι, εἰκότως τοσαύτην ποιεῖται τρόπων ἐξέτασιν. γʹ. Καθάπερ γάρ εἰσι παρθένων χοροὶ, οὕτω καὶ χηρῶν τὸ παλαιὸν ἦσαν χοροὶ, καὶ οὐκ ἐξῆν αὐταῖς ἁπλῶς εἰς τὰς χήρας ἐγγράφεσθαι. Οὐ περὶ ἐκείνης οὖν λέγει τῆς ἐν πενίᾳ ζώσης καὶ δεομένης βοηθείας, ἀλλὰ περὶ ταύτης τῆς ἑλομένης χηρείαν. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ ταύτης ἀπαιτεῖ χρόνον; Οἶδεν ὅτι πυρά τίς ἐστιν ἡ νεότης, καὶ πέλαγος κυμάτων γέμον καὶ πολλὰς ἔχον ἐπαναστάσεις. Ἐπειδὰν οὖν μέλλωσιν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχειν, καὶ ὥσπερ ἐν λιμένι διατρίβωσι τῷ γήρᾳ, τῶν ἐπιθυμιῶν αὐταῖς σβεσθεισῶν, μετὰ ἀδείας αὐτὰς εἰς τὸν χορὸν εἰσάγει τοῦτον. Τί οὖν, οὐχὶ πολλαὶ, φησὶ, καὶ μετὰ εἰκοστὸν ἔτος ἀρξάμεναι μέχρι τέλους διέλαμψαν, καὶ τὸν ζυγὸν ἤνεγκαν, καὶ ἀποστολικὸν ἐπεδείξαντο βίον; 51.324 κωλύσομεν οὖν ἐκείνας, εἰπέ μοι, καὶ βουλομένας ἐν χηρείᾳ ζῇν ἀναγκάσομεν δευτέροις ὁμιλῆσαι γάμοις; καὶ ποῦ τοῦτο ἄξιον ἀποστολικῆς γνώμης; τί οὖν ἐστι τὸ λεγόμενον; Προσέχετε μετὰ ἀκριβείας, ἀγαπητοὶ, αὐτῇ τῇ σημασίᾳ τῆς λέξεως. Οὐ γὰρ εἶπε, Χήρα γινέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα, ἀλλὰ, Χήρα καταλεγέσθω· καὶ πάλιν οὐκ εἶπε, Χῆραι νεώτεραι μὴ καταλεγέσθωσαν, ἀλλὰ, Τὰς νεωτέρας δὲ χήρας παραιτοῦ· πρὸς γὰρ τὸν Τιμόθεον ταῦτα διαλέγεται. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων εὐχείρωτοι περὶ κακηγορίας εἰσὶ, καὶ τὰς γλώττας κατὰ τῶν τῆς Ἐκκλησίας προεστώτων ἠκονήκασι, βουλόμενος ἐξαρπάσαι τὸν ἄρχοντα τῶν ἐγκλημάτων, τούτους τίθησι τοὺς νόμους, καί φησι· Σὺ παραιτοῦ, καὶ σὺ μὴ κατάλεγε. Ἂν αὐτὴ βούληται οἴκοθεν καὶ παρ' ἑαυτῆς αἱρεῖσθαι ταῦτα, ποιείτω· σὺ μέντοι μὴ καταδέξῃ μηδέπω, ἵνα μὴ λέγωσιν ὅτι Νεωτέραν οὖσαν, γήμασθαι βουλομένην, οἰκίας προστῆναι, ὁ δεῖνα κατηνάγκασε· διὰ τοῦτο ἔπεσε, καὶ ὑπεσκελίσθη. Σὺ μὴ καταλέξῃς αὐτὴν, ἵνα, κἂν πέσῃ, τῶν ἐγκλημάτων ᾖς ἀπηλλαγμένος· κἂν μὴ πέσῃ, μετὰ πλείονος ἀσφαλείας τῷ προσήκοντι καιρῷ καταλέξῃς. Εἰ δὲ λέγει, Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, ἄκουσον ποίας φησὶ νεωτέρας, τὰς μετὰ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ βουλομένας γαμεῖν, τὰς φλυάρους, τὰς περιέργους, τὰς περιερχομένας τὰς